Ancient Greek
Chapter 6
Clemens Romanus, Ὁμίλαι 6.18
Not analysed yet
Δἰ ὅπερ μὴ σοφοὺς δαίμονας τοὺς τοιούτους νόμιζε, οἵτινες κακὰς ὑποθέσεις ἔργων καλῶν προεβάλλοντο, ἵνα οἱ θέλοντες μιμηταὶ γενέσθαι τῶν κρειττόνων τὰς τῶν λεγομένων θεῶν ζηλῶσιν πράξεις, ἃς διαλεγόμενος τῇ πρὸ ταύτης ἡμέρᾳ οὐκ ἀπεκρυψάμην, λέγω δὲ πατροφονίας, τεκνοκτονίας, μίξεις ἀσεβεῖς μητέρων, θυγατέρων, ἀδελφῶν, μοιχείας ἀπρεπεῖς καὶ ἀῤῥενομίξεις καὶ μιαρὰς ἀῤῥητουργίας, πρὸς ἄλλαις μυρίαις τοιαύταις ἀθεμίτοις μίξουσιν. ὧν ἀσεβέστεροι οἱ ταῦτα ἀληθῆ δοκεῖν εἶναι θέλοντες, ἵνα τὰ ὅμοια ποιοῦντες μὴ αἰδῶνται. οἵπερ εἴγε εὐσεβεῖν ἐβούλοντο, ἐχρῆν αὐτοὺς, ὅπερ ἀρτίως εἶπον, εἰ καὶ ὄντως οἱ θεοὶ τὰ περὶ αὐτῶν ᾀδόμενα διεπράξαντο κακά, τιμῇ τῇ πρὸς θεοὺς εὐπρεπεστέροις τισὶ μύθοις τὰ μὴ σεμνὰ ἐπισκέπειν, καὶ μὴ τοὐναντίον, ὥς φατε, καλῶν αὐτοῖς πράξεων γεγενημένων κακὰ καὶ ἄσεμνα περιβάλλειν ὀχήματα, ἅ τινα ἀλληγορούμενα καὶ διὰ καμάτων μόγις νοηθῆναι δύναται καὶ ὅταν νοηθῇ τισίν, ἐκείνοις μὲν ἀντὶ τοῦ πολλοῦ μόχθου παρέσχον τὸ μὴ πλανηθῆναι, ἐξὸν δὲ μὴ μοχθῆσαι, τοὺς δὲ πλανηθέντας ἄρδην ἀπώλεσαν. πλὴν τοὺς εἰς τὸ σεμνότερον ἀλληγοροῦντας αὐτοὺς ἀποδέχομαι, ὥσπερ τοὺς ἐκ τῆς Διὸς κεφαλῆς αἰνιξαμένους ἀναπηδῆσαι τὴν φρόνησιν. ἴσως δὲ ἐκεῖνό μοι πιθανώτερον, ὅτι ὑπὸ μοχθηρῶν θεῶν ἀπενεγκαμένων, ἐκεῖναι ἐτολμήθησαν αἱ ὕβρεις.