Ancient Greek
Chapter 6
Clemens Romanus, Ὁμίλαι 6.19
Not analysed yet
Ἁπάντων δὲ τῶν θεῶν τὴν ποιητικὴν ἀλληγορίαν οὐκ ἀκόλουθον εὑρίσκομεν. αὐτίκα γοῦν ἐπὶ τῆς διακοσμήσεως τῶν ὅλων ποτὲ μὲν φύσιν λέγουσιν ποιηταί, ποτὲ δὲ νοῦν ἀρχηγὸν γενέσθαι τῆς ὅλης δημιουργίας. ἐκ φύσεως μὲν γὰρ τῶν στοιχείων τὴν πρώτην κίνησιν καὶ σύμμιξιν γεγονέναι, ὑπὸ δὲ τῆς τοῦ νοῦ προνοίας διακεκοσμῆσθαι. καὶ ἀποφηνάμενοι μὲν οἱ μὲν φύσει δεδημιουργῆσθαι τὸ πᾶν, μὴ δυνάμενοι δὲ ἀνεπιλήπτως τοῦτο ἀποδεικνύναι διὰ τὸ τῆς δημιουργίας ἔντεχνον, παρεμπλέκουσιν καὶ τοῦ νοῦ τὴν πρόνοιαν, ὡς συναρπάσαι καὶ τοὺς πάνυ σοφοὺς δυνάμενοι. ἡμεῖς δέ φαμεν πρὸς αὐτούς· εἰ μὲν ἐξ αὐτομάτου φύσεως ὁ κόσμος γένονεν, πῶς ἔτι ἀναλογίαν καὶ τάξιν εἴληφεν, ἅπερ ὑπὸ μόνης ὑπερβαλλούσης φρονήσεως γενέσθαι δυνατόν ἐστιν, καὶ καταληφθῆναι ὑπὸ ἐπιστήμης τῆς μόνης ταῦτα ἀκριβοῦν δυναμένης; εἰ δὲ φρονήσει τὰ πάντα τὴν σύγκρασιν καὶ διακόσμησιν εἴληφεν, ὅπερ ἀνάγκη μὴ ἄλλως ἔχειν, πῶς ἔτι ἐκ τοῦ αὐτομάτου συμβῆναι ταῦτα γενέσθαι δυνατὸν ἦν;