Ancient Greek
Chapter 8
Clemens Romanus, Ὁμίλαι 8.13
Not analysed yet
Πλὴν ὅτε ταῦτα γενόμενοι τοὺς διαρπάσαντας αὐτοὺς πλεονέκτας ἤλεγξαν, καὶ εἰς τὴν ἀνθρώπων φύσιν ἑαυτοὺς μετέβαλον, ἵνα ὁσίως πολιτευσάμενοι καὶ τὸ δυνατὸν τοῦ πολιτεύεσθαι δείξαντες τοὺς ἀχαρίστους εὐθύναις ὑποβάλωσιν, ἐπειδὴ ὄντως τὰ πάντα ἄνθρωποι ἐγίνοντο καὶ τὴν ἐπιθυμίαν ἔσχον τὴν ἀνθρωπίνην, ὑπὸ ταύτης κρατούμενοι εἰς γυναικῶν μῖξιν ὤλισθον, αἷς συμπλακέντες καὶ μιασμῷ παγέντες καὶ τῆς πρώτης δυνάμεως παντελῶς κενωθέντες, τὰ ἐκ πυρὸς τραπέντα μέλη εἰς τὸ πρῶτον αὐτῶν τῆς ἰδίας φύσεως ἀμίαντον μετασυγκρῖναι οὐκ ἐξίσχυσαν. τῷ γὰρ βάρει τῷ ὑπὸ τῆς ἐπιθυμίας εἰς σάρκα τελευτήσαντος αὐτῶν πυρός, τὴν ἀσεβοῦσαν ὥδευσαν ὁδὸν κάτω· σαρκὸς γὰρ αὐτοὶ δεσμοῖς πεπεδημένοι κατέχονται καὶ ἰσχυρῶς δέδενται, οὗ ἕνεκεν εἰς οὐρανοὺς ἀνελθεῖν οὐκέτι ἐδυνήθησαν.