Ancient Greek
Chapter 8
Clemens Romanus, Ὁμίλαι 8.14
Not analysed yet
Μετὰ γὰρ συνουσίαν, ὅ τὸ πρῶτον ἐγίνοντο ἀπαιτηθέντες καὶ παρασχεῖν μηκέτι δυνηθέντες, διὰ τὸ ἄλλο τι μετὰ μιασμὸν αὐτοὺς ποιῆσαι μὴ δύνασθαι, ἀρέσκειν τε ταῖς ἐρωμέναις βουλόμενοι ἀνθ᾽ ἑαυτῶν τοὺς τῆς γῆς μυελοὺς ὑπέδειξαν, λέγω δὲ τὰ ἐκ μετάλλων ἄνθη, χρυσόν, χαλκόν, ἄργυρον, σίδηρον καὶ τὰ ὅμοια, σὺν τοῖς τιμιωτάτοις ἅπασιν λίθοις. σὺν τούτοις δὲ τοῖς μαγευθεῖσιν λίθοις καὶ τὰς τέχνας τῶν πρὸς ἕκαστα πραγμάτων παρέδοσαν, καὶ μαγείας ὑπέδειξαν καὶ ἀστρονομίαν ἐδίδαξαν, δυνάμεις τε ῥιζῶν καὶ ὅσα ποτὲ ὑπ᾽ ἀνθρωπίνης ἐννοίας εὑρεθῆναι ἀδύνατον, ἔτι δὲ χρυσοῦ καὶ ἀργύρου καὶ τῶν ὁμοίων χύσιν, τάς τε τῶν ἐσθήτων ποικίλας βαφάς. καὶ πάνθ᾽ ἁπλῶς ὅσαπερ πρὸς κόσμου καὶ τέρψεώς ἐστι γυναικῶν, τῶν ἐν σαρκὶ δεθέντων δαιμόνων ἐστὶν εὑρήματα.