Ancient Greek
Chapter 8
Clemens Romanus, Ὁμίλαι 8.15
Not analysed yet
Ἐκ δὲ τῆς νόθου μίξεως αὐτῶν ἄνθρωποι ἐγένοντο νόθοι, πολλῷ γε τῶν ἀνθρώπων κατὰ κορυφὴν μείζους, οὕς μετὰ τοῦτο γίγαντας ὠνόμασαν, οὐ δρακοντόποδες ὄντες καὶ πρὸς Θεὸν πόλεμον ἀράμενοι, ὡς οἱ βλάσφημοι τῶν Ἐλλήνων ᾄδουσιν μῦθοι, ἀλλὰ θηριώδεις τὸν τρόπον, καὶ μείζους μὲν ἀνθρώπων τὰ μεγέθη, ἐπείπερ ἐξ ἀγγέλων ἐγένοντο ,ἀγγέλων δὲ ἐλάττους, ἐπείπερ ἐκ γυναικῶν γεγένηντο. ὁ οὖν Θεὸς εἰδὼς αὐτοὺς πρὸς τὸ θηριῶδες ἐξηγριωμένους, καὶ πρὸς τὴν ἑαυτῶν πλησμονὴν τὸν κόσμον οὐκ ἔχοντας αὐτάρκη, (πρὸς γὰρ ἀνθρώπων ἀναλογίαν ἐδημιουργήθη καὶ χρῆσιν ἀνθρωπίνην) ἵνα μὴ ἐν διατροφῇ ἐπὶ τὴν παρὰ φύσιν τῶν ζώων βορὰν τρεπόμενοι ἀνεύθυνοι δοκῶσιν εἶναι, ὡς δι᾽ ἀνάγκην τοῦτο τετολμηκότες, μάννα αὐτοῖς ὁ παντοδύναμος Θεὸς ἐπώμβρισεν ἐκ ποικίλης ἐπιθυμίας, καὶ παντὸς οὗπερ ἐβούλοντο ἀπήλαυον· οἱ δ᾽ ὑπὸ νόθου φύσεως, τῷ καθαρῷ τῆς τροφῆς οὐκ ἀρεσκόμενοι, μόνης τῆς τῶν αἱμάτων γεύσεως ἐγλίχοντο. διὸ καὶ πρῶτοι σαρκῶν ἐγεύσαντο.