Ancient Greek
Chapter 9
Clemens Romanus, Ὁμίλαι 9.10
Not analysed yet
Τὸ δὲ τοὺς δαίμονας γλίχεσθαι εἰς τὰ τῶν ἀνθρώπων εἰςδύειν σώματα, αἰτία αὕτη. πνεύματα ὄντες καὶ τὴν ἐπιθυμίαν ἔχοντες εἰς βρωτὰ καὶ ποτὰ καὶ συνουσίαν, μεταλαμβάνειν δὲ μὴ δυνάμενοι διὰ τὸ πνεύματα εἶναι καὶ δεῖσθαι ὀργάνων τῶν πρὸς τὴν χρῆσιν ἐπιτηδείων, εἰς τὰ ἀνθρώπων εἰςίασιν σώματα, ἵνα ὥσπερ ὑπουργούντων ὀργάνων τυχόντες, ὧν θέλουσιν ἐπιτυχεῖν δυνατοὶ ὦσιν, εἴτε βρωτῶν, διὰ τοὺς ἀνθρώπου ὀδόντας, εἴτε συνουσίας, διὰ τὰ ἐκείνου αἰδοῖα. ὅθεν πρὸς τὴν τῶν δαιμόνων φυγὴν ἡ ἔνδεια καὶ ἡ νηστεία καὶ ἡ κακουχία οἰκειότατόν ἐστιν βοήθημα. εἰ γὰρ τοῦ μεταλαμβάνειν χάριν εἰσέρχονται εἰς ἀνθρώπου σῶμα, δῆλον ὅτι κακουχίᾳ φυγαδεύονται. ἀλλ᾽ ἐπειδὴ ἔνια δεινότερα τυγχάνοντα προσφιλονεικήσαντα, καίτοι τιμωρούμενα, τῷ τιμωρουμένῳ προσμένει σώματι, διὰ τοῦτο χρὴ προσφεύγειν Θεῷ εὐχαῖς καὶ δεήσεσιν, ἀπεχομένους τε πάσης ἀκαθάρτου προφάσεως, ὅπως ἡ τοῦ Θεοῦ χεὶρ εἰς ἴασιν αὐτοῦ ἐπιψαῦσαι δυνηθῇ, ὡς ἁγνοῦ καὶ πιστεύοντος.