Ancient Greek
Chapter 9
Clemens Romanus, Ὁμίλαι 9.9
Not analysed yet
Ἐπείγε τοὐναντίον ἐν μὲν τῷ νῦν βίῳ ὑπὸ δαιμόνων ἀλλοκότοις πάθεσιν ἐνυβριζόμενοι, ἐπὶ τῇ ἐκ τοῦ σώματος ἀπαλλαγῇ καὶ τὰς ψυχὰς εἰσαεὶ κολασθησομένας ἕξετε, τὰ ἀληθῆ οὐ Θεοῦ καταδικάζοντος, ἀλλὰ κακῶν πράξεων τοιαύτην ἐχουσῶν κρίσιν. οἱ γὰρ δαίμονες, διὰ τῆς αὐτοῖς ἀποδοθείσης τροφῆς ἐξουσίαν ἔχοντες, ὑπὸ τῶν ὑμετέρων χειρῶν εἰς τὰ ὑμέτερα εἰσκρίνονται σώματα. ἐνδομυχήσαντες γὰρ πολλῷ τῷ χρόνῳ καὶ τῇ ψυχῇ ἀνακίρνανται. καὶ διὰ τὴν ἀμέλειαν τῶν ἑαυτοῖς βοηθεῖν μὴ νοούντων ἢ καὶ μὴ βουλομένων ,τούτων αὐτῶν ἐπὶ τῇ τοῦ σώματος λύσει ἡ ψυχὴ τῷ δαίμονι ἡνωμένη ἀνάγκην ἔχει φέρεσθαι ὑπ᾽ αὐτοῦ εἰς οὕς βούλεται τόπους. τὸ δὲ πάντων χαλεπώτατον, ἐπὰν ἐν τῇ τῶν ὅλων συντελείᾳ ὁ δαίμων τὰ πρῶτα εἰς τὸ καθαῖρον πῦρ ἀποδοθῇ, ἡ συγκραθεῖσα αὐτῷ ψυχὴ ἀνάγκην ἔχει αὐτὴ μὲν ἀποῤῥήτως κολάζεσθαι, ὁ δὲ δαίμων ἥδεσθαι. ἡ γὰρ ἐκ φωτὸς οὖσα τὴν ἀλλόφυλον τοῦ πυρὸς φλόγα μὴ φέρουσα βασανίζεται, ὁ δὲ ἐν τῇ τοῦ γένους αὐτοῦ ὢν οὐσίᾳ μεγάλως ἥδεται, δεσμὸς δύσρηκτος γενόμενος τῆς ὑπ᾽ αὐτοῦ συμποθείσης ψυχῆς.