Ancient Greek
Chapter 9
Clemens Romanus, Ὁμίλαι 9.6
Not analysed yet
Ὅμως τῆς ἀπαρχῆς μιᾶς οὔσης βασιλείας πολλαὶ διαιρέσεις τοῦτον ἐγένοντο τὸν τρόπον. Πέρσαι πρῶτοι τῆς ἐξ οὐρανοῦ πεσούσης ἀστραπῆς λαβόντες ἄνθρακας τῇ οἰκείᾳ διεφύλαξαν τροφῇ, καὶ ὡς θεὸν οὐράνιον προτιμήσαντες τὸ πῦρ, ὡς πρῶτοι προσκυνήσαντες ὑπ᾽ αὐτοῦ τοῦ πυρὸς πρῶτοι βασιλείας τετίμηνται. μεθ᾽ οὓς Βαβυλώνιοι ἀπὸ τοῦ ἐκεῖ πυρὸς ἄνθρακας κλέψαντες καὶ διασώσαντες εἰς τὰ ἑαυτῶν καὶ προσκυνήσαντες καὶ αὐτοὶ ἀκολούθως ἐβασίλευσαν. Αἰγύπτιοι δὲ ὁμοίως πράξαντες, καὶ τὸ πῦρ ἰδίᾳ διαλέκτῳ Φθαοὺ καλέσαντες, ὃ ἑρμηνεύεται Ἥφαιστος, οὗ τῷ ὀνόματι καὶ ὁ παρ᾽ αὐτοῖς πρῶτος βασιλεύσας προσαγορεύεται. τοῦτον μὲν οὖν τὸν τρόπον χρησάμενοι καὶ οἱ κατὰ τόπον βασιλεύσαντες, καὶ ἵδρυμα ποιήσαντες καὶ βωμοὺς εἰς τιμὴν τοῦ πυρὸς ἀνάψαντες, τῆς μὲν βασιλείας οἱ πλεῖστοι ἀπεσβέσθησαν.