Ancient Greek
Chapter 9
Clemens Romanus, Ὁμίλαι 9.7
Not analysed yet
Τοῦ δὲ τὰ ξόανα σέβειν οὐκ ἐπαύσαντο, διὰ τὴν κακὴν τῶν μάγων ἐπίνοιαν ,εὑρόντων αὐτοῖς προφάσεις, κρατεῖν αὐτοὺς πρὸς τὴν ματαίαν λατρείαν δυναμένας· ἱδρύσαντες γὰρ αὐτὰ μαγικαῖς τελεταῖς ἑορτὰς αὐτοῖς ὥρισαν ἔκ τε θυμάτων, σπονδῶν, αὐλῶν τε καὶ κρότων, ὧν προφάσει οἱ ἀνόητοι ἀπατώμενοι, καίτοι τῆς βασιλείας αὐτῶν ἀφαιρεθείσης, αὐτοὶ τῶν συνελθουσῶν θρησκειῶν οὐκ ἀπολείπονται· ἐπὶ τοσοῦτον τῆς ἀληθείας τὴν ἡδυπάθειαν προετίμησαν, τὴν πλάνην. οἳ καὶ μετὰ μέθην παραβώμιον ἐπολολύζουσιν, τῆς ψυχῆς ἐκ βάθους ὥσπερ δἰ ὀνείρων αὐτοῖς τὴν μέλλουσαν ἐπὶ ταῖς τοιαύταις αὐτῶν πράξεσιν προαγγελλούσης τιμωρίαν.