Ancient Greek
Section 4
Clemens Romanus, Διαμαρτυρία περὶ τῶν τοῦ βιβλίου λαμβανόντων 4
Not analysed yet
Ὅτι δὲ οὕτως ποιήσω, πάλιν τὸ δεύτερον διαμαρτύρομαι ἐρανόν, γῆν, ὕδωρ, ἐν οἷς τὰ πάντα περιέχεται, πρὸς τούτοις ἅπασιν καὶ τὸν διὰ πάντων διήκοντα ἀέρα, οὗ ἄνευ οὐκ ἀναπνέω, ὡς ἀεὶ ὑπήκοος ἔσομαι τῷ τὰς βίβλους μου τῶν κηρυγμάτων διδόντι, καὶ φυλάξω κατὰ πάντα ὅσα διεμαρτυράμην, εἰ καί τι πλεῖον. φυλάσσοντι οὖν μοι τὰς συνθήκας μέρος ἔσται μετὰ τῶν ὁσίων, ποιήσαντι δὲ παρ᾽ ἅ συνεθέμην, ἐχθρὸν εἴη μοι τὸ πᾶν καὶ ὁ διὰ πάντων διήκων αἰθὴρ καὶ ὁ ὑπὲρ τά ὅλα Θεὸς, οὗ κρείττων, οὗ μείζων ἐδ᾽ εἶς. ἀλλ᾽ εἰ καὶ εἰς ἑτέρου Θεοῦ ὑπόνοιαν γένωμαι, κᾀκεῖνον νῦν ὄμνυμι ὡς οὐκ ἄλλως ποιήσω, εἴτ᾽ ἐστὶν, εἰτ᾽ ἐκ ἔστν· πρὸς τέτοις δὲ ἅπασιν εἰ ψεύσομαι, κατάθεμα ἔσομαι ζῶν καὶ θανὼν καὶ αἰωνίῳ κολασθήσομαι κολάσει. καὶ μετὰ τοῦτο ἄρτου καὶ ἅλατος μετὰ τοῦ παραδιδόντος μεταλαβέτω.