Ancient Greek
Chapter 14
Clement of Alexandria, Eclogae propheticae 14
Not analysed yet
Ἡ νηστεία ἀποχὴ τροφῆς ἐστι κατὰ τὸ σημαινόμενον, τροφὴ δὲ οὐδὲν δικαιοτέρους ἡμᾶς ἢ ἀδικωτέρους ἀπεργάζεται, κατὰ δὲ τὸ μυστικὸν δηλοῖ ὅτι ὥσπερ τοῖς καθ᾿ ἕνα ἐκ τροφῆς ἡ ζωή, ἡ δ᾿ ἀτροφία θανάτου σύμβολον, οὕτως καὶ ἡμᾶς τῶν κοσμικῶν νηστεύειν χρή. ἵνα τῷ κόσμῳ ἀποθάνωμεν καὶ μετὰ τοῦτο τροφῆς θείας μεταλαβόντες θεῷ ζήσωμεν. ἄλλως τε κενοῖ τῆς ὕλης τὴν ψυχὴν ἡ νηστεία καὶ καθαρὰν καὶ κούφην σὺν καὶ τῷ σώματι παρίστησι τοῖς θείοις λόγοις. τροφὴ μὲν οὖν κοσμικὴ ὁ πρότερος βίος καὶ τὰ ἁμαρτήματα. τροφὴ δὲ θεϊκὴ πίστις. ἐλπίς, ὑπομονή, γνῶσις, εἰρήνη. σωφροσύνη. »μακάριοι γὰρ οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην τοῦ θεοῦ· οὗτοι γὰρ καὶ ἐμπλησθήσονται. «ψυχὴ δέ. ἀλλ᾿ οὐ σῶμα τὴν ὄρεξιν ταύτην λαμβάνει.