Ancient Greek
Chapter 19
Clement of Alexandria, Eclogae propheticae 19
Not analysed yet
Ἐκ πίστεως καὶ φόβου προκόψας εἰς γνῶσιν ἄνθρωπος οἶδεν εἰπεῖν »κύριε κύριε«. ἀλλ᾿ οὐχ ὡς ὁ δοῦλος· ἔμαθεν λέγειν »πάτερ ἡμῶν«. »τὸ πνεῦμα τῆς δουλείας τὸ εἰς φόβον« ἐλευθερώσας καὶ δι᾿ ἀγάπης προκόψας εἰς »υἱοθεσίαν«, αἰδούμενος ἤδη δι᾿ ἀγάπην ὃν ἐφοβεῖτο πρότερον· οὐ γὰρ ἔτι διὰ φόβον ἀπέχεται τῶν ἀφεκτέων, ἀλλὰ δι᾿ ἀγάπην ἔχεται τῶν ἐντολῶν. »αὐτό«, φησί, »τὸ πνεῦμα μαρτυρεῖ«, ὅταν λέγωμεν· »ἀββᾶ ὁ πατήρ. «