Ancient Greek
Chapter 32
Clement of Alexandria, Eclogae propheticae 32
Not analysed yet
Πυθαγόρας ἠξίου μὴ μόνον λογιώτατον, ἀλλὰ καὶ πρεσβύτατον ἡγεῖσθαι τῶν σοφῶν τὸν θέμενον τὰ ὀνόματα τοῖς πράγμασι. δεῖ τοίνυν τὰς γραφὰς ἀκριβῶς διερευνωμένους, ἐπειδὴ ἐν παραβολαῖς εἰρῆσθαι ἀνωμολόγηνται. ἀπὸ τῶν ὀνομάτων θηρᾶσθαι τὰς δόξας, ἃς τὸ ἅγιον πνεῦμα περὶ τῶν πραγμάτων ἔχον. εἰς τὰς λέξεις ὡς εἰπεῖν τὴν αὑτοῦ διάνοιαν ἐκτυπωσάμενον, διδάσκει. ἵνα ἡμῖν ἀκριβῶς ἐξεταζόμενα διαπτύσσηται μὲν τὰ ὀνόματα πολυσήμως εἰρημένα, τὸ δ᾿ ἐγκεκρυμμένον ἐν πολλοῖς τοῖς σκέπουσι ψηλαφώμενον καὶ καταμανθανόμενον ἐκφαίνηται καὶ ἀναλάμψῃ. [οὕτ]ὡς γὰρ καὶ ὁ μόλιβδος τοῖς τρίβουσιν ἐξανθεῖ λευκὸν ἐκ μέλανος, τὸ ψιμύθιον. οὕτως καὶ ἡ γνῶσις, φέγγος καὶ λαμπρότητα καταχέουσα τῶν πραγμάτων, ἡ τῷ ὄντι θεία σοφία εἴη ἄν, τὸ φῶς τὸ εἰλικρινές, τὸ φωτίζον τοὺς καθαροὺς τῶν ἀνθρώπων ὡς κόρην ὀφθαλμοῦ εἰς ὄψιν καὶ κατάληψιν τῆς ἀληθείας βεβαίαν.