Ancient Greek
Chapter 35
Clement of Alexandria, Eclogae propheticae 35
Not analysed yet
Οἶδα δὲ ἐγὼ ὅτι τὰ τῆς γνώσεως μυστήρια τοῖς μὲν πολλοῖς χλεύην φέρει καὶ μάλιστα μὴ κεκαττυμένα σοφιστικῇ τροπολογίᾳ. τοὺς δὲ ὀλίγους καθάπερ φῶς ἐπεισενεχθὲν ἐξαίφνης συμποσίῳ τινὶ συνηρεφεῖ ἐκπλήξει τὰ πρῶτα, ἔπειτα ἐθίσαντες καὶ συντραφέντες καὶ ἐγγυμνασάμενοι τῷ λογισμῷ ὡς ὑφ᾿ ἡδονῆς εὐφραινόμενοι καὶ ἀγαλλιώμενοι **τὸν κύριον. ὡς γὰρ ἡ ἡδονὴ τὴν τῆς ἀλγηδόνος ἀπαλλαγὴν οὐσίαν ἔχει, οὕτως ἡ γνῶσις τῆς ἀγνοίας τὴν ὑπεξαίρεσιν. ὡς γὰρ οἱ μάλιστα καθεύδοντες οἴονται μάλιστα ἐγρηγορέναι, ἐναργεστέραις ὑποπίπτοντες καὶ ἀπερισπάστοις ταῖς ὄναρ φαντασίαις, οὕτως οἱ μάλιστα ἀγνοοῦντες μάλιστα εἰδέναι νομίζουσι. μακάριοι δὲ οἱ ἐξ ύπνου τοῦδε καὶ τῆς παραφροσύνης ἀνεγειρόμενοι καὶ ἀναβλέψαντες τὸ φῶς καὶ τὴν ἀλήθειαν.