Ancient Greek
Chapter 37
Clement of Alexandria, Eclogae propheticae 37
Not analysed yet
Ἡ γὰρ ἀρετὴ ἡ γνωστικὴ πανταχοῦ καλὸν καὶ πρᾶον καὶ ἀβλαβὲς καὶ ἄλυπον καὶ μακάριον καὶ παρεσκευασμένον ἄριστα μὲν ὁμιλεῖν παντὶ τῷ θείῳ, ἄριστα δ᾿ ἀνθρώποις, θεωρητικὸν ὁμοῦ καὶ πρακτικόν, ἄγαλμα θεῖον τὸν ἄνθρωπον κατασκευάζουσα καὶ φιλόκαλον ἀπεργαζομένη δι᾿ ἀγάπης· τὸ γὰρ καλὸν ὡς ἐκεῖ σοφίᾳ θεωρητὸν καὶ νοητόν, ἐνταῦθα σωφροσύνῃ καὶ δικαιοσύνῃ διὰ πίστεως πρακτόν, ἐν σαρκὶ μελετήσαντος ἀγγελικὴν ὑπουργίαν, ὥσπερ ἐν τόπῳ διαφανεῖ καὶ ἀμιάντῳ τῷ σώματι τὸν νοῦν καθιερώσαντος.