Ancient Greek
Chapter 41
Clement of Alexandria, Eclogae propheticae 41
Not analysed yet
Ἡ γραφή φησι τὰ βρέφη τὰ ἐκτεθέντα τημελούχῳ παραδίδοσθαι ἀγγέλῳ, ὑφ᾿ οὗ παιδεύεσθαί τε καὶ αὔξειν, »καὶ ἔσονται«, φησίν, »ὡς οἱ ἑκατὸν ἐτῶν ἐνταῦθα πιστοί. «Διὸ καὶ Πέτρος ἐν τῇ Ἀποκαλύψει φησί· »καὶ ἀστραπὴ πυρὸς πηδῶσα ἀπὸ τῶν βρεφῶν ἐκείνων καὶ πλήσσουσα τοὺς ὀφθαλμοὺς τῶν γυναικῶν· «ἐπεὶ ὁ δίκαιος »ὡς σπινθὴρ διὰ καλάμης ἐκλάμπει καὶ κρίνει ἔθνη. «