Ancient Greek
Chapter 54
Clement of Alexandria, Eclogae propheticae 54
Not analysed yet
»Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν« οὔτε τῶν ἡμερῶν οὔτε τῶν νυκτῶν. »εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. «μετήνεγκεν τὸν λόγον ἐπὶ μόνους τοὺς ἁγίους, οὓς οὐρανούς τε εἴρηκεν καὶ ἡμέρας.