Ancient Greek
Chapter 60
Clement of Alexandria, Eclogae propheticae 60
Not analysed yet
»Ὁ φόβος κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος. «τοὺς ἐκ φόβου εἰς πίστιν ἐπιστραφέντας καὶ δικαιοσύνην εἰς αἰῶνα παραμένειν λέγει. »τὰ κρίματα κυρίου ἀληθινά«, βέβαια καὶ ἀμετακίνητα, κατ᾿ ἀξίαν ἀπονεμητικὰ καὶ »εἰς τὴν ἑνότητα τῆς πίστεως« ἀποκαθιστάντα τοὺς δικαίους. τοῦτο γὰρ σημαίνει τὸ »δεδικαιωμένα ἐπὶ τὸ αὐτό«. τὰ τοιαῦτα »ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον«.