Ancient Greek
Chapter 7
Clement of Alexandria, Eclogae propheticae 7
Not analysed yet
Αὐτίκα δι᾿ »ὕδατος καὶ πνεύματος« ἡ ἀναγέννησις, καθάπερ καὶ ἡ πᾶσα γένεσις. »πνεῦμα γὰρ θεοῦ ἐπεφέρετο τῇ ἀβύσσῳ. «καὶ διὰ τοῦτο ὁ σωτὴρ ἐβαπτίσατο μὴ χρῄζων αὐτός, ἵνα τοῖς ἀναγεννωμένοις τὸ πᾶν ὕδωρ ἁγιάσῃ. ταύτῃ τοι οὐ μόνον τὸ σῶμα, ἀλλὰ καὶ τὴν ψυχὴν καθαιρόμεθα. σημεῖον γοῦν τοῦ καὶ τὰ ἀόρατα ἡμῶν ἁγιάζεσθαι τὸ καὶ πνεύματα ἀκάθαρτα συμπεπλεγμένα τῇ ψυχῇ διυλίζεσθαι ἀπὸ τῆς γενέσεως τῆς καινῆς τε καὶ πνευματικῆς.