Ancient Greek
Chapter 9
Clement of Alexandria, Eclogae propheticae 9
Not analysed yet
Ὁ θεὸς καὶ τὸν φόβον τῇ ἀγαθότητι συνέμιξεν δι᾿ ἀγαθότητα. τὸ γὰρ συμφέρον ἑκάστῳ τοῦτο ἤδη παρέχει, ὡς ἰατρὸς ἀρρωστοῦντι, ὡς πατὴρ ἀτακτοῦντι τῷ παιδί. »ὁ γὰρ φειδόμενος τῆς βακτηρίας αὐτοῦ μισεῖ τὸν υἱὸν αὐτοῦ. «καὶ ὁ κύριος δὲ καὶ οἱ ἀπόστολοι αὐτοῦ ἐν φόβῳ καὶ πόνοις ἀνεστράφησαν. ὅταν οὖν πιστοῦ σῶμα νοσῇ, ἢ δι᾿ ἁμάρτημά τι προημαρτημένον ἐπιτιμῶντος τοῦ κυρίου, ἢ διὰ μέλλοντα προφυλαξαμένου, ἢ καὶ κατ᾿ ἐνέργειαν **προσβολὴν ἔξωθεν γινομένην οὐ κωλύσαντος διά τι χρήσιμον [καὶ] αὐτῷ ἢ τοῖς πέλας παραδείγματος χάριν.