Ancient Greek
Chapter 14
Clement of Alexandria, Excerpta ex Theodoto 14
Not analysed yet
Τὰ δαιμόνια »ἀσώματα« εἴρηται, οὐχ ὡς σῶμα μὴ ἔχοντα (ἔχει γὰρ καὶ σχῆμα· διὸ καὶ συναίσθησιν κολάσεως ἔχει), ἀλλ᾿ ὡς πρὸς σύγκρισιν τῶν σῳζομένων σωμάτων πνευματικῶν σκιὰ ὄντα ἀσώματα εἴρηται. καὶ οἱ ἄγγελοι σώματά εἰσιν· ὁρῶνται γοῦν. ἀλλὰ καὶ ἡ ψυχὴ σῶμα. ὁ γοῦν ἀπόστολος· »σπείρεται μὲν γὰρ σῶμα ψυχικόν, ἐγείρεται δὲ σῶμα πνευματικόν. «πῶς δὲ καὶ αἱ κολαζόμεναι ψυχαὶ συναισθάνονται μὴ σώματα οὖσαι; »φοβήθητε« γοῦν λέγει »τὸν μετὰ θάνατον δυνάμενον καὶ ψυχὴν καὶ σῶμα εἰς γέενναν βαλεῖν. «τὸ γὰρ φαινόμενον οὐ πυρὶ καθαίρεται, ἀλλ᾿ εἰς γῆν ἀναλύεται. ἄντικρυς δὲ ἀπὸ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου διὰ τῶν σωματικῶν μελῶν σῶμα εἶναι δείκνυται ἡ ψυχή.