Ancient Greek
Chapter 15
Clement of Alexandria, Excerpta ex Theodoto 15
Not analysed yet
»Ὡς δὲ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου« τοῦ πνευματικοῦ, κατὰ προκοπὴν τελειούμενοι. πλὴν πάλιν εἰκόνα λέγει, ὡς εἶναι σώματα πνευματικά. καὶ πάλιν· »ἄρτι βλέπομεν δι᾿ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. «αὐτίκα γὰρ ἀρχόμεθα γινώσκειν **. οὗ δὲ πρόσωπον. καὶ ἰδέα καὶ σχῆμα καὶ σῶμα. σχῆμα μὲν οὖν σχήματι θεωρεῖται καὶ πρόσωπον προσώπῳ καὶ ἐπιγινώσκεται τὰ γνωρίσματα τοῖς σχήμασι καὶ ταῖς οὐσίαις.