Ancient Greek
Chapter 19
Clement of Alexandria, Excerpta ex Theodoto 19
Not analysed yet
»Καὶ ὁ λόγος σὰρξ ἐγένετο«, οὐ κατὰ τὴν παρουσίαν μόνον ἄνθρωπος γενόμενος, ἀλλὰ καὶ ἐν ἀρχῇ ὁ ἐν ταὐτότητι λόγος, κατὰ περιγραφὴν καὶ οὐ κατ᾿ οὐσίαν γενόμενος [ὁ] υἱός. καὶ πάλιν σὰρξ ἐγένετο διὰ προφητῶν ἐνεργήσας· τέκνον δὲ τοῦ ἐν ταὐτότητι λόγου ὁ σωτὴρ εἴρηται· διὰ τοῦτο »ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν· ὃ γέγονεν ἐν αὐτῷ, ζωή ἐστιν«· ζωὴ δὲ ὁ κύριος. καὶ ὁ Παῦλος »ἔνδυσαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα«. οἷον εἰς αὐτὸν πίστευσον τὸν ὑπὸ τοῦ θεοῦ »κατὰ θεόν«, τὸν ἐν θεῷ λόγον, κτισθέντα. δύναται δὲ τὸ »κατὰ θεὸν κτισθέντα« τὸ εἰς ὃ μέλλει τέλος προκοπῆς φθάνειν ὁ ἄνθρωπος μηνύειν ἐπ᾿ ἴσης τῷ »ἀπόλαβε τὸ εἰς ὃ ἐκτίσθης τέλος«· καὶ ἔτι σαφέστερον καὶ διαρρήδην ἐν ἄλλοις λέγει· »ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου· «εἶτα ἐπιφέρει· »πρωτότοκος πάσης κτίσεως. «»ἀοράτου« μὲν γὰρ »θεοῦ εἰκόνα« τὸν υἱὸν λέγει τοῦ λόγου τοῦ ἐν ταὐτότητι, »πρωτότοκον δὲ πάσης κτίσεως«, ὅτι γεννηθεὶς ἀπαθῶς, κτίστης καὶ γενεσιάρχης τῆς ὅλης ἐγένετο κτίσεώς τε καὶ οὐσίας. ἐν αὐτῷ γὰρ ὁ πατὴρ τὰ πάντα ἐποίησεν. ὅθεν καὶ »μορφὴν δούλου λαβεῖν« εἴρηται, οὐ μόνον τὴν σάρκα κατὰ τὴν παρουσίαν, ἀλλὰ καὶ τὴν οὐσίαν ἐκ τοῦ ὑποκειμένου, δούλη δὲ ἡ οὐσία, ὡς ἂν παθητὴ καὶ ὑποκειμένη τῇ δραστηρίῳ καὶ κυριωτάτῃ αἰτίᾳ.