Ancient Greek
Chapter 3
Clement of Alexandria, Excerpta ex Theodoto 3
Not analysed yet
καὶ ἡ ψυχή σου. «ἐλθὼν οὖν ὁ Σωτὴρ τὴν ψυχὴν ἐξύπνισεν, ἐξῆψεν δὲ τὸν σπινθῆρα· δύναμις γὰρ οἱ λόγοι τοῦ κυρίου. διὰ τοῦτο εἴρηκεν· »λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων. «καὶ μετὰ τὴν ἀνάστασιν ἐμφυσῶν τὸ πνεῦμα τοῖς ἀποστόλοις τὸν μὲν χοῦν, καθάπερ τέφραν, ἀπεφύσα καὶ ἐχώριζεν, ἐξῆπτε δὲ τὸν σπινθῆρα καὶ ἐζωπύρει.