Ancient Greek
Chapter 51
Clement of Alexandria, Excerpta ex Theodoto 51
Not analysed yet
Ἄνθρωπος γοῦν ἐστιν ἐν ἀνθρώπῳ, ψυχικὸς ἐν χοϊκῷ, οὐ μέρει μέρος, ἀλλὰ ὅλῳ ὅλος συνών, ἀρρήτῳ δυνάμει θεοῦ· ὅθεν ἐν τῷ παραδείσῳ, τῷ τετάρτῳ οὐρανῷ, δημιουργεῖται· ἐκεῖ γὰρ χοϊκὴ σὰρξ οὐκ ἀναβαίνει, ἀλλ᾿ ἦν τῇ ψυχῇ τῇ θείᾳ οἷον σὰρξ ἡ ὑλική. ταῦτα σημαίνει »τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου«, τὴν θείαν ψυχὴν αἰνίσσεται τὴν ἐγκεκρυμμένην τῇ σαρκὶ καὶ στερεὰν καὶ δυσπαθῆ καὶ δυνατωτέραν, »καὶ σὰρξ ἐκ τῆς σαρκός μου«, τὴν ὑλικὴν ψυχὴν σῶμα οὖσαν τῆς θείας ψυχῆς. περὶ τούτων τῶν δυεῖν καὶ ὁ σωτὴρ λέγει φοβεῖσθαι δεῖν τὸν δυνάμενον ταύτην τὴν ψυχὴν καὶ τοῦτο τὸ σῶμα τὸ ψυχικὸν ἐν γεέννῃ ἀπολέσαι«.