Ancient Greek
Chapter 58
Clement of Alexandria, Excerpta ex Theodoto 58
Not analysed yet
Μετὰ τὴν τοῦ θανάτου τοίνυν βασιλείαν μεγάλην μὲν καὶ εὐπρόσωπον τὴν ἐπαγγελίαν πεποιημένην. οὐδὲν δὲ ἧττον διακονίαν θανάτου γεγενημένην. πάσης ἀπειπούσης ἀρχῆς καὶ θεότητος ὁ μέγας ἀγωνιστὴς Ἰησοῦς [Χριστὸς] ἐν ἑαυτῷ δυνάμει τὴν ἐκκλησίαν ἀναλαβών. τὸ ἐκλεκτὸν καὶ τὸ κλητόν, τὸ μὲν παρὰ τῆς τεκούσης τὸ πνευματικόν, τὸ δὲ ἐκ τῆς οἰκονομίας τὸ ψυχικόν. [ὃ] ἀνέσωσεν καὶ ἀνήνεγκεν ἅπερ ἀνέλαβεν, καὶ δι᾿ αὐτῶν καὶ τὰ τούτοις ὁμοούσια. »εἰ γὰρ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· εἰ ἡ ῥίζα ἁγία. καὶ οἱ κλάδοι. «