Ancient Greek
Chapter 60
Clement of Alexandria, Excerpta ex Theodoto 60
Not analysed yet
Τὸ οὖν »πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ« τὴν τοῦ σώματος τοῦ κυρίου γένεσιν λέγει, »δύναμις δὲ ὑψίστου ἐπισκιάσει σοι« τὴν μόρφωσιν δηλοῖ τοῦ θεοῦ, ἣν ἐνετύπωσεν τῷ σώματι ἐν τῇπαρθένῳ. Ὅτι μὲν οὖν αὐτὸς ἕτερος ἦν ὧν ἀνείληφεν. δῆλον ἐξ ὧν ὁμολογεῖ·