Ancient Greek
Chapter 69
Clement of Alexandria, Excerpta ex Theodoto 69
Not analysed yet
῾Π Εἱμαρμένη ἐστὶ σύνοδος πολλῶν καὶ ἐναντίων δυνάμεων, αὗται δέ εἰσιν ἀόρατοι καὶ ἀφανεῖς, ἐπιτροπεύουσαι τὴν τῶν ἄστρων φορὰν καὶ δι᾿ ἐκείνων πολιτευόμεναι. καθὸ γὰρ ἕκαστον αὐτῶν ἔφθακεν τῇ τοῦ κόσμου κινήσει συναναφερόμενον, τῶν κατ᾿ αὐτὴν τὴν ῥοπὴν γεννωμένων εἴληχεν τὴν ἐπικράτειαν, ὡς αὑτοῦ τέκνων.