Ancient Greek
Chapter 8
Clement of Alexandria, Excerpta ex Theodoto 8
Not analysed yet
Ἡμεῖς δὲ τὸν ἐν ταὐτότητι λόγον θεὸν ἐν θεῷ φαμεν, ὃς καὶ »εἰς τὸν κόλπον τοῦ πατρὸς« εἶναι λέγεται, ἀδιάστατος, ἀμέριστος, εἷς θεός. »πάντα δι᾿ αὐτοῦ ἐγένετο«. κατὰ τὴν προσεχῆ ἐνέργειαν τοῦ ἐν ταὐτότητι λόγου, τά τε πνευματικὰ καὶ νοητὰ καὶ αἰσθητά. »οὗτος τὸν κόλπον τοῦ πατρὸς ἐξηγήσατο«. ὁ σωτὴρ καὶ [Ἡσαΐας »καὶ ἀνταποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν«, εἰς τὴν ἔννοιαν αὐτῶν τὴν ἐν τῇ ψυχῇ, ἀφ᾿ ἧς πρώτης ἐνεργεῖται] »πρωτότοκος πάσης κτίσεως«. ὁ δὲ ἐν ταὐτότητι μονογενής, οὗ κατὰ δύναμιν ἀδιάστατον ὁ σωτὴρ ἐνεργεῖ, οὗτός ἐστι »τὸ φῶς« τῆς ἐκκλησίας τῆς πρότερον ἐν σκότῳ καὶ ἐν ἀγνοίᾳ οὔσης. »καὶ ἡ σκοτία αὐτὸν οὐ κατέλαβεν«, οἱ ἀποστατήσαντες, καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων οὐκ ἔγνωσαν αὐτόν, καὶ ὁ θάνατος οὐ κατέσχεν αὐτόν.