Ancient Greek
Chapter 81
Clement of Alexandria, Excerpta ex Theodoto 81
Not analysed yet
Τοῦ πυρὸς τὸ μὲν σωματικὸν σωμάτων ἅπτεται πάντων, τὸ δὲ καθαρὸν καὶ ἀσώματον ἀσωμάτων φασὶν ἅπτεσθαι, οἷον δαιμόνων, ἀγγέλων τῆς πονηρίας, αὐτοῦ τοῦ διαβόλου. οὕτως ἐστὶ τὸ ἐπουράνιον καὶ τὸ ἐπίγειον> πῦρ δισσὸν τὴν φύσιν, τὸ μὲν νοητόν, τὸ δὲ αἰσθητόν. καὶ τὸ βάπτισμα οὖν διπλοῦν ἀναλόγως, τὸ μὲν αἰσθητὸν δι᾿ ὕδατος, τοῦ αἰσθητοῦ πυρὸς σβεστήριον, τὸ δὲ νοητὸν διὰ πνεύματος, τοῦ νοητοῦ πυρὸς ἀλεξητήριον. καὶ τὸ σωματικὸν πνεῦμα τοῦ αἰσθητοῦ πυρὸς τροφὴ καὶ ὑπέκκαυμα γίνεται ὀλίγον ὄν, πλεῖον δὲ γενόμενον σβεστήριον πέφυκεν, τὸ δὲ ἄνωθεν δοθὲν ἡμῖν πνεῦμα ἀσώματον ὂν οὐ στοιχείων μόνων, ἀλλὰ καὶ δυνάμεων κρατεῖ καὶ ἀρχῶν πονηρῶν.