Ancient Greek
Book 2
Clement of Alexandria, Paedagogus 2.Περὶ αἰσχρολογίας..1
Not analysed yet
Αἰσχρολογίας δὲ παντελῶς αὐτοῖς τε ἡμῖν ἀφεκτέον καὶ τοὺς χρωμένους αὐτῇ ἐπιστομιστέον καὶ ὄψει δριμυτέρᾳ καὶ προσώπου ἀποστροφῇ καὶ τῷ ἀπομυκτηρισμῷ καλουμένῳ, πολλάκις δὲ καὶ λόγῳ τραχυτέρῳ. »τὰ γὰρ ἐξιόντα«, φησίν, »ἐκ τοῦ στόματος κοινοῖ τὸν ἄνθρωπον«, κοινὸν καὶ ἐθνικὸν καὶ ἀπαίδευτον καὶ ἀσελγῆ δείκνυσιν αὐτόν, οὐχὶ δὲ ἴδιον καὶ κόσμιον καὶ σώφρονα. πρὸς δὲ τὴν ἀκοὴν τῶν αἰσχρῶν καὶ τὴν θέαν τῶν ὁμοίως ἐχόντων ὁ θεῖος παιδαγωγὸς κατὰ τὰ αὐτὰ τοῖς παλαίουσι τῶν παιδίων, ὡς μὴ τὰ ὦτα θραύοιτο αὐτῶν, τοὺς σώφρονας περιτίθησι λόγους καθάπερ ἀντωτίδας, ὡς μὴ δύνασθαι ἐξικνεῖσθαι εἰς θραῦσιν τῆς ψυχῆς τὸ κροῦμα τῆς πορνείας· τοὺς δὲ ὀφθαλμοὺς κατευθύνει ἐπὶ τὴν θέαν τῶν καλῶν, ἄμεινον εἶναι λέγων τοῖς ποσὶν ἢ τοῖς ὀφθαλμοῖς ὀλισθαίνειν. ταύτην ἀποκρουόμενος τὴν αἰσχρολογίαν ὁ ἀπόστολος »πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν« φησὶν »μὴ ἐκπορευέσθω, ἀλλ᾿ εἴ τις ἀγαθός«. πάλιν τε αὖ· »καθὼς πρέπει ἁγίοις, μὴ ὀνομαζέσθω ἐν ὑμῖν αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία. «εἰ δὲ ὁ μωρὸν εἰπὼν τὸν ἀδελφὸν ἔνοχος εἰς κρίσιν, τί περὶ τοῦ μωρολογοῦντος ἀποφανούμεθα; ᾗ καὶ περὶ τούτου γέγραπται· »ὃς ἂν λαλήσῃ λόγον ἀργόν, ἀποδώσει λόγον κυρίῳ ἐν ἡμέρᾳ κρίσεως. «αὖθίς τε »ἐκ τοῦ λόγου σου δικαιωθήσῃ« φησίν, »καὶ ἐκ τοῦ λόγου σου καταδικασθήσῃ«. τίνες οὖν αἱ ἀντωτίδες αἱ σωτήριοι; καὶ τίνες αἱ τῶν ὀλισθηρῶν ὀφθαλμῶν παιδαγωγήσεις; αἱ μετὰ τῶν δικαίων συναναστροφαὶ προλαμβάνουσαι καὶ προεμφράττουσαι τὰ ὦτα τοῖς ἀπάγειν τῆς ἀληθείας βουλομένοις. φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί, ἡ ποιητικὴ λέγει. γενναιότερον δὲ ὁ ἀπόστολος »γίνεσθε« φησὶν »ἀποστυγοῦντες τὸ πονηρὸν κολλώμενοι τῷ ἀγαθῷ· «ὁ γὰρ μετὰ τῶν ἁγίων ἀναστρεφόμενος ἁγιασθήσεται. πάντῃ οὖν ἀφεκτέον τῶν αἰσχρῶν ἀκουσμάτων καὶ ῥημάτων καὶ θεαμάτων, πολὺ δὲ μᾶλλον ἔργων αἰσχρῶν καθαρευτέον, τοῦτο μὲν ἐν ἐπιδείξεσι καὶ παραγυμνώσεσι μερῶν τινων τοῦ σώματος, ὧν οὐ χρή, τοῦτο· δὲ ἐν ταῖς ἐπιθεωρήσεσι τῶν ἀπορρητοτέρων μερῶν· οὐδὲ γὰρ ἠνέσχετο τοῦ δικαίου τὴν γύμνωσιν αἰσχρὰν οὖσαν ἐπιδεῖν σώφρων υἱός, ἐσκέπασε δὲ ἡ σωφροσύνη, ὃ ἐγύμνωσεν ἡ μέθη, τὸ περίοπτον τῆς ἀγνοίας παράπτωμα. καθαρευτέον δὲ οὐδὲν ἧττον κἀν ταῖς προφοραῖς τῶν φωνῶν, αἷς ἄβατα εἶναι χρὴ τὰ ὦτα τῶν ἐν Χριστῷ πεπιστευκότων. ταύτῃ μοι δοκεῖ ὁ παιδαγωγὸς μηδὲ φθέγξασθαί τι τῶν τῆς ἀσχημοσύνης ἐφιέναι ἡμῖν, πόρρωθεν διαβάλλων πρὸς τὴν ἀκολασίαν. δεινὸς γὰρ ἀεὶ τὰς ῥίζας τῶν ἁμαρτημάτων ἐκκόπτειν, τὸ »οὐ μοιχεύσεις« διὰ τοῦ »οὐκ ἐπιθυμήσεις«· καρπὸς γὰρ τῆς ἐπιθυμίας ἡ μοιχεία τῆς ῥίζης τῆς κακῆς. ὁμοίως οὖν κἀνταῦθα ὁ παιδαγωγὸς τὴν ἀδεᾶ τῶν ὀνομάτων χρῆσιν διαβέβληκεν, τὴν ἀδεᾶ τῆς ἀκολασίας ἐπιμιξίαν ἐκκόπτων. τὸ γὰρ ἐν τοῖς ὀνόμασιν ἀτακτεῖν μελέτην ἐμποιεῖ τοῦ καὶ εἰς τὰ ἔργα ἀκοσμεῖν, τὸ δὲ περὶ τὴν φωνὴν σωφρονεῖν ἀσκεῖν ἐστι λαγνείας καρτερεῖν. διειλήφαμεν δὲ βαθυτέρῳ λόγῳ ὡς ἄρα οὔτε ἐν τοῖς ὀνόμασιν οὐδὲ μὴν ἐν τοῖς συνουσιαστικοῖς μορίοις καὶ τῇ κατὰ γάμον συμπλοκῇ, καθ᾿ ὧν κεῖται τὰ ὀνόματα τὰ περὶ τὴν συνήθειαν οὐ τετριμμένα, ἡ τοῦ ὄντως αἰσχροῦ προσηγορία τάττεται· οὐδὲ γὰρ γόνυ καὶ κνήμη τὰ μέλη ταῦτα οὐδὲ μὴν τὰ ἐπ᾿ αὐτοῖς ὀνόματα καὶ ἡ δι᾿ αὐτῶν ἐνέργεια αἰσχρά ἐστιν (μέλη δὲ καὶ τὰ αἰδοῖα τοῦ ἀνθρώπου, αἰδοῦς, οὐκ αἰσχύνης κατηξιωμένα)· αἰσχρὸν δὲ ἡ παράνομος αὐτῶν ἐνέργεια, αἴσχους καὶ ὀνείδους διὰ τοῦτο καὶ κολάσεως ἀξία· μόνον γὰρ τῷ ὄντι αἰσχρὸν ἡ κακία καὶ τὰ κατὰ ταύτην ἐνεργούμενα. τούτοις δὲ ἀναλόγως αἰσχρολογία εἰκότως ἂν καλοῖτο ἡ περὶ τῶν τῆς κακίας ἔργων λογοποιία· οἷον τὸ περὶ μοιχείας διαλέγεσθαι ἢ παιδεραστίας καὶ τὰ παραπλήσια. ναὶ μὴν καὶ τὴν φλύαρον ἀδολεσχίαν κατασιγαστέον. »ἐκ γάρ τοι πολυλογίας οὐκ ἐκφεύξῃ«, φησίν, »ἁμαρτίαν· «δίκην ἄρα ὑφέξει ἡ γλωσσαργία· »ἔστι γὰρ σιωπῶν εὑρισκόμενος σοφός, καὶ ἔστι μισητὸς ἀπὸ πολλῆς λαλιᾶς. «ἤδη καὶ αὐτὸς αὑτῷ ὁ ἀδολέσχης προσκορής· »πλεονάζων γὰρ λόγον βδελύττεται τὴν ψυχὴν αὐτοῦ. «