Ancient Greek
Book 2
Clement of Alexandria, Paedagogus 2.Τίνα χρὴ παραφυλάττεσθαι τοὺς ἀστείως συμβιοῦντας..1
Not analysed yet
Ἀπέστω δέ, ἀπέστω ἡμῶν καὶ τὸ σκώπτειν ὕβρεως προκατάρχον, ἐξ ὧν ἔριδες καὶ μάχαι καὶ ἔχθραι διοιδαίνουσιν. ὕβριν δὲ ἔφαμεν μέθης εἶναι διάκονον. οὐκ ἐκ μόνων δὲ τῶν ἔργων, ἀλλὰ καὶ ἐκ λόγων ἄνθρωπος κρίνεται. »ἐν συμποσίῳ δέ«, φησί, »μὴ ἐλέγξῃς τὸν πλησίον καὶ λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ. «εἰ γὰρ καὶ τὰ μάλιστα παραγγέλλεται ἁγίοις συνεῖναι, σκώπτειν τὸν ἅγιον ἁμαρτία· »ἐκ στόματος γὰρ ἀφρόνων«, φησὶν ἡ γραφή, »βακτηρία ὕβρεως«, ἐπιβάθραν ὕβρεως βακτηρίαν λέγουσα, ᾗ ἐπερείδεται καὶ ἐπαναπαύεται ἡ ὕβρις. ὅθεν ἄγαμαι τὸν ἀπόστολον κἀνταῦθα παραινοῦντα μηδὲ τὰ εὐτράπελα μηδὲ τὰ μὴ ἀνήκοντα προΐεσθαι ἡμᾶς ῥήματα. εἰ γὰρ δι᾿ ἀγάπην αἱ ἐπὶ τὰς ἑστιάσεις συνελεύσεις, συμποσίου δὲ τὸ τέλος ἡ πρὸς τοὺς συνόντας φιλοφροσύνη, παρεπόμενα δὲ τῇ ἀγάπῃ ἡ βρῶσις καὶ ἡ πόσις, πῶς οὐ λογικῶς ἀναστρεπτέον; οὐδὲ διὰ τὴν ἀγάπην ἀπορητέον· εἰ γὰρ ὡς ἐπιτείνοντες τὴν πρὸς ἀλλήλους εὔνοιαν σύνιμεν, πῶς ἔχθρας διὰ τοῦ σκώπτειν σκαλεύομεν; σιωπᾶν δὲ κρεῖττον ἢ ἀντιλέγειν ἁμαρτίαν ἀμαθίᾳ προσφερομένους. »μακάριος« ὡς ἀληθῶς »ἀνήρ, ὃς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας«, ἤτοι μετανοήσας ἐφ᾿ οἷς λαλήσας ἥμαρτεν ἢ ἐν τῷ μηδένα λυπῆσαι λαλήσας. καθόλου μὲν οὖν νέοι μὲν καὶ νεάνιδες ὡς ἐπίπαν τῶν τοιῶνδε ἀπεχέσθων εὐωχιῶν, ὡς μὴ σφάλλοιντο περὶ ἃ μὴ προσῆκεν· καὶ γὰρ ἀκούσματα ἀήθη καὶ θεάματα ἀπρεπῆ κυμαινομένης ἔτι ἐν αὐτοῖς τῆς πίστεως ἐκριπίζει τὴν διάνοιαν, συνεργεῖ δὲ αὐτοῖς τὸ ἄστατον τῆς ἡλικίας πρὸς τὸ εὐκατάφορον τῆς ἐπιθυμίας· ἔσθ᾿ ὅτε δὲ καὶ ἄλλοις παραίτιοι γίνονται σφαλμάτων, τὸ ἐπικίνδυνον τῆς ὥρας ἐπιδεικνύμενοι. εὖ γάρ τοι παραγγέλλειν ἡ σοφία φαίνεται· »μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον καὶ μὴ συμμετακλιθῇς ἐπ᾿ ἀγκῶνα μετ᾿ αὐτῆς. «τοῦτ᾿ ἔστι μὴ συνδείπνει πυκνότερον, μηδὲ ἔσθιε μετ᾿ αὐτῆς. διὸ καὶ ἐπιφέρει· »μηδὲ συμβολὰς ποίει μετ᾿ αὐτῆς ἐν οἴνῳ, μή ποτε ἐκκλίνῃ ἡ καρδία σου ἐπ᾿ αὐτήν, καὶ τῷ αἵματί σου ὀλισθήσῃ εἰς ἀπώλειαν· «σφαλερὰ γὰρ ἡ πάροινος ἐλευθερία παρανθεῖν δυναμένη· ὕπανδρον δὲ ὠνόμασεν, ἐπεὶ μείζων ὁ κίνδυνος τῷ λῦσαι τὴν δέσιν τῆς συμβιώσεως πειρωμένῳ. εἰ δὲ καὶ ἀνάγκη τις περιτύχοι παριέναι κελεύουσα, αἳ μὲν κεκαλύφθων ἄγαν ἀμπεχόνῃ ἔκτοσθεν, ἔνδοθεν δὲ αἰδοῖ· ὅσαι δὲ μὴ ὕπανδροι, ἐσχάτη ταύταις διαβολὴ εἰς ἀνδρῶν παρεῖναι συμπόσιον καὶ ταῦτα οἰνωμένων. οἳ δὲ ἐπὶ τὴν κλισίαν τὰς ὄψεις πήξαντες ἀμετασάλευτοι τοῖς ἀγκῶσιν ἐρηρεισμένοι μόνοις παρέστων τοῖς ὠσίν· εἰ δὲ καὶ καθέζοιντο, μὴ ἐναλλὰξ τὼ πόδε ἐχόντων μηδὲ μὴν θάτερον τοῖν μηροῖν θατέρῳ ἐπιφερόντων ἢ τὴν χεῖρα τῷ γενείῳ ὑπερειδόντων· ἀγεννὲς γὰρ μὴ φέρειν αὑτόν, καὶ τοῦτο κατηγόρημα τοῦ νέου. συνεχὲς δὲ καὶ τὸ μετακινούμενον ἐναλλάττειν τὸ σχῆμα, κουφότητος σύμβολον. σώφρονος δὲ εὐθέως ἐν πόσει καὶ ἐν βρώσει τὸ ἔλαττον αἱρεῖσθαι καὶ τὸ σχολαίτερον, οὐ τὸ προπετέστερον, κἀν τῷ κατάρχεσθαι κἀν τοῖς διαλείμμασι, καὶ τὸ προκαταλήγειν δὲ καὶ τὸ ἀπροσπαθές. »φάγε«, φησίν, »ὡς ἄνθρωπος τὰ παρακείμενα, παῦσαι πρῶτος χάριν παιδείας, καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς χεῖρα. «οὔκουν προεκπηδητέον ὑπὸ λαιμαργίας ἀναπειθομένους ποτὲ οὐδὲ μὴν ἐπιγλιχομένους παρεκτείνειν μέχρι πολλοῦ χρή, τῇ ἐφυστερήσει τὴν ἀκρασίαν ὁμολογοῦντας, ἀλλ᾿ οὐδὲ ἐν τῷ μεταξὺ προσκειμένους φαίνεσθαι καθάπερ τὰ θηρία τῇ βορᾷ οὐδὲ μὴν πλείονος ὄψου προσφέρεσθαι· οὐ γὰρ ὀψοφάγος φύσει, ἀλλὰ σιτοφάγος ἄνθρωπος. προανίστασθαι δὲ τῶν πολλῶν καὶ τοῦ συμποσίου ὑπεξιέναι ἐπιεικῶς ἀνδρὸς σώφρονος· »ἐν ὥρᾳ γάρ«, φησίν, »ἀναστάσεως μὴ οὐράγει καὶ ἀπότρεχε εἰς οἶκόν σου. «ἔλεγον δὲ οἱ δώδεκα προσκαλεσάμενοι τὸ πλῆθος τῶν μαθητῶν· »οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν τραπέζαις. «εἰ δὴ τοῦτο ἐφυλάξαντο, πολλῷ μᾶλλον γαστριμαργίαν ἔφευγον. οἱ δὲ αὐτοὶ οὗτοι ἀπόστολοι »τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς« ἐπιστέλλοντες »ἔδοξεν« ἔφασαν »τῷ πνεύματι τῷ ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιθέσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες, ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ τῆς πορνείας, ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε«. φυλάττεσθαι δὲ τὰς παροινίας ὥσπερ καὶ τὸ κώνειον δεῖ· ἄμφω γὰρ ὑποσύρουσιν εἰς θάνατον. »χρὴ δὲ καὶ γελώτων εἴργεσθαι ἐξαισίων καὶ δακρύων« ὑπερμέτρων· πολλάκις γὰρ οἱ οἰνωμένοι καγχάσαντες ἐπὶ πλεῖστον, εἶτα μέντοι ὑπήχθησαν οὐκ οἶδ᾿ ὅπως παροινίᾳ τινὶ παραπειθόμενοι εἰς δάκρυα· ἀπᾴδει γὰρ τοῦ λόγου καὶ τὸ ἐκθηλύνεσθαι καὶ τὸ ἐξυβρίζειν. πρεσβῦται δὲ ὡς τέκνα ἀφορῶντες τοὺς νέους σπανιαίτατα μέν, ἴσως δ᾿ ἄν που καὶ παίξαιεν πρὸς αὐτούς, εἰς τοῦτο ἐπισκώπτοντες, ὃ παιδαγωγήσει τὸ εὔσχημον αὐτῶν. ἀμέλει πρὸς τὸν αἰσχυντηλὸν καὶ σιωπηλὸν ἔστι χαριεντίσασθαι ὧδέ πως· ὁ δὲ ἐμὸς υἱός, ἐκεῖνον λέγω τὸν σιωπῶντα, οὐ παύεται λαλῶν. ἐπιτείνει γὰρ τοῦ νέου τὴν αἰδῶ ἡ τοιαύτη ἐπίσκωψις ἐμφαίνουσα χαριέντως τὰ προσόντα αὐτῷ χρηστὰ διὰ τῆς τῶν φαύλων, ἃ μὴ πρόσεστιν αὐτῷ, διαβολῆς· ἐπίνοια γὰρ καὶ αὐτὴ διδασκαλικὴ διὰ τοῦ μὴ προσόντος κυροῦσα τὸ προσόν. ἀμέλει τοιοῦτόν τι ἐπικρίνει ὁ τὸν ὑδροπότην καὶ σώφρονα παροινεῖν καὶ μεθύειν λέγων. εἰ δὲ καὶ εἶέν τινες οἱ φιλοσκώμμονες, σιωπητέον ἡμῖν καὶ παραπεμπτέον τοὺς λόγους τοὺς περιττούς, ὥσπερ τὰς κύλικας τὰς πεπλρωμένας· ἐπισφαλὴς γὰρ ἡ τοιαύτη παιδιά· »στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ· «»οὐ παραδέξῃ δὲ ἀκοὴν ματαίαν οὐδὲ συγκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρτυς ἄδικος« οὔτε εἰς διαβολὰς οὔτε εἰς βλασφημίας, ἀλλ᾿ οὐδ᾿ εἰς κακοηθείας. ἐγὼ δ᾿ ἄν μοι δοκῶ καὶ μέτρον ἐπιθεῖναι φωνῆς τοῖς σώφροσιν, οἷς γε ἐφεῖται λαλεῖν, τὸν ἀντιδιαλεγόμενον. σιγὴ μὲν γὰρ ἀρετὴ γυναικῶν ἐστιν, ἀκίνδυνον δὲ τῶν νέων γέρας, λόγος δὲ ἀγαθὸς ἡλικίας δεδοκιμασμένης. »λάλησον, πρεσβύτερε, ἐν συμποσίῳ· πρέπει γάρ σοι· ἀλλ᾿ ἀπαραποδίστως λάλησον καὶ ἐν ἀκριβείᾳ ἐπιστήμης. νεανίσκε«, καὶ σοὶ ἐπιτρέπει ἡ σοφία, »λάλησον, εἰ χρεία σου, μόλις δὶς ἐπερωτηθεὶς κεφαλαίωσον λόγον ἐν ὀλίγοις. «ἄμφω δὲ οἱ διαλεγόμενοι τὸ φθέγμα τὸ σφῶν τῇ συμμετρίᾳ παραμετρούντων· τό τε γὰρ γεγωνὸς τῆς προφορᾶς μανιωδέστατον, τό τε ἀνήκουστον πρὸς τοὺς πέλας φθέγγεσθαι ἀναισθήτου· οὐ γὰρ ἀκούσονται. καὶ τὸ μὲν ἀγεννείας, τὸ δὲ αὐθαδείας τεκμήριον. ἀπέστω δὲ καὶ ἡ φιλονεικία κενῆς νίκης ἕνεκεν λόγων, ἐπεὶ τέλος ἡμῖν ἡ ἀταραξία, καὶ τοῦτο ἄρα ἐστὶν τὸ »εἰρήνη σοι«· »πρίν τε ἀκοῦσαί σε μὴ ἀποκρίνου ῥῆμα. «ἀλλὰ καὶ τὸ τεθρυμμένον τῆς φωνῆς θηλυδρίου, σώφρονος δὲ καὶ τὸ ἐν τῇ φωνῇ μεμετρημένον, μεγέθους τε ἅμα καὶ μήκους καὶ τάχους καὶ πλήθους εἴργοντος τὸ φθέγμα τὸ αὐτοῦ. οὔτε γὰρ μακρολογητέον ποτὲ οὔτε πολυλογητέον οὔτε ἀδολεσχητέον, ἀλλ᾿ οὐδὲ τροχαλῶς καὶ συνδιωκομένως ὁμιλητέον. καὶ γὰρ αὐτῇ τῇ φωνῇ, ὡς ἔπος εἰπεῖν, δικαιοσύνης μεταδοτέον τούς τε ἀκαιροβόας καὶ τοὺς κεκράκτας ἐπιστομιστέον. ταύτῃ γὰρ αὖ τὸν Θερσίτην πληγαῖς ᾐκίσατο ὁ σώφρων Ὀδυσσεύς, ὅτι μόνος ἀμετροεπὴς ἐκολῴα, ὅς ῥ᾿ ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδει, μάψ, ἀτὰρ οὐ κατὰ κόσμον. »φοβερὸς ἐν ἀπωλείᾳ αὐτοῦ ἀνὴρ γλωσσώδης. «τῶν γοῦν φλυάρων, καθάπερ τῶν παλαιῶν ὑποδημάτων, τὰ μὲν ἄλλα ὑπὸ τῆς κακίας κατατέτριπται, μόνη δὲ ἡ γλῶττα περιλείπεται εἰς βλάβην. ταύτῃ τοι βιωφελέστατα ἡ σοφία παραινεῖ »μὴ ἀδολεσχεῖν ἐν πλήθει πρεσβυτέρων«, ἄνωθεν δὲ ἡμῶν τὴν φλυαρίαν ἐκκόπτουσα, θεόθεν ἄρχουσα, μετριάζειν νομοθετοῦσα ὧδέ πως· »μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου. «ποππυσμοὶ δὲ καὶ συριγμοὶ καὶ οἱ διὰ τῶν δακτύλων ψόφοι τῶν οἰκετῶν οἱ προκλητικοί, ἄλογοι σημασίαι οὖσαι λογικοῖς ἀνθρώποις ἐκκλιτέοι· παραιτητέον δὲ καὶ τὸ συνεχὲς ἀποπτύειν καὶ τὸ χρέμπτεσθαι βιαιότερον. μηδὲ ἀπομύττεσθαι παρὰ πότον· στοχαστέον γὰρ ἁμῇ γέ πῃ τῶν συνευωχουμένων, μὴ ἀποστέρξωσιν ἀπὸ ναυτίας τὴν τοιάνδε ἀκοσμίαν, ἣ κατήγορός ἐστιν ἀκρασίας· οὐ γὰρ κατὰ τὰ αὐτὰ τοῖς βουσὶν καὶ τοῖς ὄνοις ἡ φάτνη ἅμα καὶ ὁ κοπρών· καὶ γὰρ οἱ πολλοὶ ἀπομύττονται καὶ πτύουσιν ἅμα ἐν τῷ αὐτῷ καὶ δειπνοῦσι. πταρμὸς δὲ εἴ τῳ ἐπιγένοιτο, ὥσπερ ἀμέλει καὶ ἡ ἐρυγή, οὐκ ἐξηχεῖν δεήσει τοὺς πλησίον τῷ ψόφῳ τῆς αὐτῶν καταμαρτυροῦντας ἀπαιδευσίας, ἀλλ᾿ ἣ μὲν παραπεμπτέα, ἡ ἐρυγή, ἡσυχῇ σὺν τῷ ἐκπνεομένῳ ἀέρι σχηματιζομένῳ κοσμίως τῷ στόματι, οὐχὶ δὲ τραγικῶν δίκην προσωπείων διελκομένῳ καὶ κεχηνότι. πταρμοῦ δὲ τὸ ταρακτικὸν ἀφαιρετέον ἀπολαβομένοις πράως τὰς ἀναπνοάς· ταύτῃ γὰρ εὐσχημονέστατα τὴν ἀθρόαν τοῦ πνεύματος ἀπειλὴν ἐναποσβεστέον οἰκονομοῦντα τὴν διέξοδον, ὡς καὶ λαθεῖν πειρᾶσθαι, ἤν τι καὶ συνεξάξῃ ἐκβιαζόμενος ὁ ἀὴρ περίττωμα. ἀγερωχίας δὲ καὶ ἀταξίας σύμβολον τὸ προσθεῖναι τοῖς ἤχοις ἐθέλειν, μὴ οὐχὶ ἀφαιρεῖν. οἱ δὲ διαγλύφοντες τοὺς ὀδόντας αἱμάσσοντες τὰ οὖλα σφίσι τε αὐτοῖς εἰσὶν ἀηδεῖς καὶ τοῖς πλησίον ἀπεχθεῖς. ναὶ μὴν καὶ τῶν ὤτων οἱ γαργαλισμοὶ καὶ τῶν πταρμῶν οἱ ἐρεθισμοὶ ὑώδεις εἰσὶ κνησμοί, πορνείας ἀκολάστου μελετητικοί. καὶ τὰς ὑπ᾿ ὄψιν δὲ ἀσχημοσύνας παραιτητέον καὶ τὰς αἰσχρολογίας αὐτῶν. καθεστὼς δὲ καὶ τὸ βλέμμα ἔστω, καὶ ἡ τοῦ τραχήλου ἐπιστροφὴ καὶ ἡ κίνησις εὐσταθὴς καὶ ἡ τῶν χειρῶν κατὰ τὰς ὁμιλίας προφορά. καθόλου γὰρ ὁ Χριστιανὸς ἠρεμίας καὶ ἡσυχίας καὶ γαλήνης καὶ εἰρήνης οἰκεῖός ἐστιν.