Ancient Greek
Book 2
Clement of Alexandria, Paedagogus 2.Πῶς χρὴ περὶ τὰς ἑστιάσεις ἀνίεσθαι..1
Not analysed yet
Ἀπέστω δὲ ἡμῖν τῆς λογικῆς εὐωχίας ὁ κῶμος, ἀλλὰ καὶ αἱ παννυχίδες αἱ μάταιοι ἐπὶ παροινίᾳ κομῶσαι· ὅ μὲν γάρ ἐστι μεθυστικὸς [αὐλός] ἄλυς, ἐρωτικῆς σχεδιαστὴς ἀδημονίας, ὁ κῶμος· ἔρως δὲ καὶ μέθη, τὰ ἀλόγιστα πάθη, μακρὰν ἀπῴκισται τοῦ ἡμεδαποῦ χοροῦ· σύγκωμος δὲ παροινία τίς ἐστιν ἡ παννυχὶς [δὲ] ἐπὶ πότῳ, μέθης ἐκκλητικὴ καὶ συνουσίας ἐρεθιστική, τόλμα αἰσχροποιός. οἱ δὲ ἐν αὐλοῖς καὶ ψαλτηρίοις καὶ χοροῖς καὶ ὀρχήμασιν καὶ κροτάλοις Αἰγυπτίων καὶ τοιαύταις ῥᾳθυμίαις σάλοι ἄτακτοι καὶ ἀπρεπεῖς καὶ ἀπαίδευτοι κομιδῇ γίγνοιντο ἄν κυμβάλοις καὶ τυμπάνοις ἐξηχούμενοι καὶ τοῖς τῆς ἀπάτης ὀργάνοις περιψοφούμενοι· ἀτεχνῶς γὰρ, ὡς ἐμοὶ δοκεῖ, θέατρον μέθης τὸ τοιοῦτον γίνεται συμπόσιον. »ἀποθεμένους γὰρ ἡμᾶς τὰ ἔργα τοῦ σκότους ἐνδύσασθαι τὰ ὅπλα τοῦ φωτὸς« ἀξιοῖ ὁ ἀπόστολος, »ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντας, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις« σχολάζοντας. Σῦριγξ μὲν οὖν ποιμέσιν ἀπονενεμήσθω, αὐλὸς δὲ ἀνθρώποις δεισιδαίμοσιν εἰς εἰδωλολατρείας σπεύδουσιν. καὶ γὰρ ὡς ἀληθῶς ἀποπεμπτέα τὰ ὄργανα ταῦτα νηφαλίου συμποσίου, θηρίοις μᾶλλον ἢ ἀνθρώποις κατάλληλα καὶ ἀνθρώπων τοῖς ἀλογωτέροις. τὰς μὲν γὰρ ἐλάφους ταῖς σύριγξι κηλεῖσθαι παρειλήφαμεν καὶ ἐπὶ τὰς ποδάγρας πρὸς τῶν κυνηγῶν θηρευομένας ἄγεσθαι τῷ μέλει, ταῖς δὲ ἵπποις μιγνυμέναις οἷον ὑμέναιος ἐπαυλεῖται νόμος αὐλῳδίας· ἱππόθορον τοῦτον κεκλήκασιν οἱ μουσικοί. πᾶσαν δὲ ἁπαξαπλῶς ἀνελεύθερον ὄψιν τε καὶ ἀκοὴν καὶ συνελόντι φάναι αἴσθησιν ἀκρασίας αἰσχράν, τὴν ὡς ἀληθῶς ἀναισθησίαν, ἐκκοπτέον εὖ μάλα, τὴν ἐν ὄμμασιν καὶ ἐν ὠσὶν γαργαλίζουσαν καὶ ἀποθηλύνουσαν ἡδονὴν εὐλαβουμένους· μελῶν γάρ τοι κατεαγότων καὶ ῥυθμῶν γοερῶν τῆς μούσης τῆς Καρικῆς αἱ ποικίλαι φαρμακεῖαι διαφθείρουσιν τοὺς τρόπους ἀκολάστῳ καὶ κακοτέχνῳ μουσικῇ εἰς πάθος ὑποσύρουσαι. τοῦ κώμου τούτου τὴν λειτουργίαν τὴν θεϊκὴν διαχωρίζον ψάλλει τὸ πνεῦμα »αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος«, καὶ γὰρ ἐν ἤχῳ σάλπιγγος ἀναστήσει τοὺς νεκρούς· »αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ«, ὅτι ἡ γλῶττα τὸ ψαλτήριον κυρίου· »καὶ ἐν κιθάρᾳ αἰνεῖτε αὐτόν«, κιθάρα νοείσθω τὸ στόμα, οἱονεὶ πλήκτρῳ κρουόμενον τῷ πνεύματι· »ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτόν«, τὴν ἐκκλησίαν λέγει τὴν μελετήσασαν τῆς σαρκὸς τὴν ἀνάστασιν ἐν ἠχοῦντι τῷ δέρματι· »ἐν χορδαῖς καὶ ὀργάνῳ αἰνεῖτε αὐτόν«, ὄργανον τὸ σῶμα λέγει τὸ ἡμέτερον καὶ χορδὰς τὰ νεῦρα αὐτοῦ, δι᾿ ὧν ἐναρμόνιον εἴληφε τὴν τάσιν, καὶ χορδὰς τὰ νεῦρα αὐτοῦ, δι᾿ ὧν ἐναρμόνιον εἴληφε τὴν τάσιν, καὶ κρουόμενον τῷ πνεύματι τοὺς φθόγγους ἀποδίδωσι τοὺς ἀνθρωπίνους· »αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ«, κύμβαλον τοῦ στόματος τὴν γλῶτταν λέγει, ἣ τοῖς κρουομένοις ἐπηχεῖ χείλεσιν. διὰ τοῦτο ἐπεφώνησεν τῇ ἀνθρωπότητι »πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον«, ὅτι πᾶσαν, ἣν ἐποίησεν, ἐπεσκέψατο πνοήν. εἰρηνικὸν γὰρ ὡς ἀληθῶς ὄργανον ὁ ἄνθρωπός ἐστιν, τὰ δ᾿ ἄλλα ἢν πολυπραγμονῇ τις, ὄργανα εὑρήσει πολεμικά, ἢ τὰς ἐπιθυμίας ἐκφλέγοντα ἢ τοὺς ἔρωτας ἐκκαίοντα ἢ ἐξαγριαίνοντα τοὺς θυμούς. χρῶνται γοῦν παρὰ τοὺς πολέμους αὐτῶν Τυρρηνοὶ μὲν τῇ σάλπιγγι, σύριγγι δὲ Ἀρκάδες, Σικελοὶ δὲ πηκτίσιν καὶ Κρῆτες λύρᾳ καὶ Λακεδαιμόνιοι αὐλῷ καὶ κέρατι Θρᾷκες καὶ Αἰγύπτιοι τυμπάνῳ καὶ Ἄραβες κυμβάλῳ· ἑνὶ δὲ ἄρα ὀργάνῳ, τῷ λόγῳ μόνῳ τῷ εἰρηνικῷ, ἡμεῖς κεχρήμεθα, ᾧ γεραίρομεν τὸν θεόν, οὐκέτι τῷ ψαλτηρίῳ τῷ παλαιῷ καὶ τῇ σάλπιγγι καὶ τυμπάνῳ καὶ αὐλῷ, οἷς ἔθος ἦν τοὺς ἐν πολέμῳ ἀσκητὰς καὶ τοῦ θείου καταπεφρονηκότας φόβου ἀνὰ τὰς πανηγύρεις [χορδαῖς] συγχρῆσθαι, ὡς δὴ τὸ ἔκλυτον αὐτῶν τοῦ φρονήματος διὰ τῶν τοιούτων ἐπανίστασθαι ῥυθμῶν. Ἔστω δὲ ἡμῶν ἡ παρὰ πότον φιλοφροσύνη διττὴ κατὰ τὸν νόμον· εἰ γὰρ »ἀγαπήσεις κύριον τὸν θεόν σου«, ἔπειτα »τὸν πλησίον σου«, προτέρα μὲν ἡ εἰς θεὸν δι᾿ εὐχαριστίας καὶ ψαλμῳδίας γενέσθω φιλοφροσύνη, δευτέρα δὲ εἰς τὸν πλησίον διὰ τῆς ὁμιλίας τῆς σεμνῆς· »ὁ γὰρ λόγος ὁ τοῦ κυρίου ἐνοικείτω ἐν ὑμῖν πλουσίως«, ὁ ἀπόστολός φησιν. ὁ δὲ λόγος οὗτος συναρμόζεται καὶ συσχηματίζεται καιροῖς, προσώποις, τόποις, συμποτικὸς δέ ἐστι νῦν· ἐπιφέρει γὰρ ὁ ἀπόστολος πάλιν· »ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς ἐν τῇ χάριτι, ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ θεῷ· καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἢ ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ θεῷ καὶ πατρὶ αὐτοῦ. «οὗτος ἡμῶν ὁ κῶμος ὁ εὐχάριστος, κἂν πρὸς κιθάραν ἐθελήσῃς ἢ λύραν ᾄδειν τε καὶ ψάλλειν, μῶμος οὐκ ἔστιν, Ἑβραῖον μιμήσῃ δίκαιον βασιλέα εὐχάριστον τῷ θεῷ. »ἀγαλλιᾶσθε, δίκαιοι, ἐν τῷ κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις«, φησὶν ἡ προφητεία, »ἐξομολογεῖσθε τῷ κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ, ᾄσατε αὐτῷ ᾆσμα καινόν. «καὶ μή τι τὸ δεκάχορδον ψαλτήριον τὸν λόγον τὸν Ἰησοῦν μηνύει, τῷ στοιχείῳ τῆς δεκάδος φανερούμενον. ὡς δὲ ἁρμόδιον πρὶν ἡμᾶς μεταλαβεῖν τροφῆς τῶν συμπάντων εὐλογεῖν τὸν ποιητήν, οὕτως καὶ παρὰ πότον καθήκει ψάλλειν αὐτῷ τῶν αὐτοῦ μεταλαμβάνοντας κτισμάτων· καὶ γὰρ ὁ ψαλμὸς ἐμμελής ἐστιν εὐλογία καὶ σώφρων· »ᾠδὴν πνευματικὴν« ὁ ἀπόστολος εἴρηκε τὸν ψαλμόν. ἐπὶ πᾶσίν τε πρὶν ὕπνου λαχεῖν εὐχαριστεῖν ὅσιον τῷ θεῷ τῆς αὐτοῦ χάριτος καὶ φιλανθρωπίας ἀπολαύσαντας, ὡς καὶ ἐπὶ τὸν ὕπνον ἰέναι ἡμᾶς ἐνθέως. »καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ᾠδαῖς χειλέων«, φησίν· »ὅτι ἐν προστάγματι αὐτοῦ πᾶσα εὐδοκία γίνεται, καὶ οὐκ ἔστιν ἐλάττωσις εἰς τὸ σωτήριον αὐτοῦ. «ἀλλὰ καὶ ἐν τοῖς παλαιοῖς Ἕλλησι παρὰ τὰς συμποτικὰς εὐωχίας καὶ τὰς ἐπιψεκαζούσας κύλικας Ἑβραϊκῶν κατ᾿ εἰκόνα ψαλμῶν ᾆσμα τὸ καλούμενον σκολιὸν ᾔδετο, κοινῶς ἁπάντων μιᾷ φωνῇ παιανιζόντων, ἔσθ᾿ ὅτε δὲ καὶ ἐν μέρει περιελιττόντων τὰς προπόσεις τῆς ᾠδῆς· οἱ δὲ μουσικώτεροι αὐτῶν καὶ πρὸς λύραν ᾖδον. ἀλλ᾿ αἱ μὲν ἐρωτικαὶ μακρὰν ἐρρόντων ᾠδαί, ὕμνοι δὲ ἔστων τοῦ θεοῦ αἱ ᾠδαί. »αἰνεσάτωσαν«, φησίν, »τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. «καὶ τίς ὁ ψάλλων χορός, αὐτό σοι διηγήσεται τὸ πνεῦμα· »ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων, ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. «καὶ πάλιν ἐπιφέρει· »ὅτι εὐδοκεῖ κύριος ἐν τῷ λαῷ αὐτοῦ. «καὶ γὰρ ἁρμονίας παραδεκτέον τὰς σώφρονας, ἀπωτάτω ὅτι μάλιστα ἐλαύνοντας τῆς ἐρρωμένης ἡμῶν διανοίας τὰς ὑγρὰς ὄντως ἁρμονίας, αἳ περὶ τὰς καμπὰς τῶν φθόγγων κακοτεχνοῦσαι εἰς θρύψιν καὶ βωμολοχίαν ἐκδιαιτῶνται· τὰ δὲ αὐστηρὰ καὶ σωφρονικὰ μέλη ἀποτάσσεται ταῖς τῆς μέθης ἀγερωχίαις. καταλειπτέον οὖν τὰς χρωματικὰς ἁρμονίας ταῖς ἀχρώμοις παροινίαις καὶ τῇ ἀνθοφορούσῃ καὶ ἑταιρούσῃ μουσικῇ.