Ancient Greek
Book 2
Clement of Alexandria, Paedagogus 2.Ὅτι οὐ χρὴ περὶ τὴν πολυτέλειαν τῶν σκευῶν ἐσπουδακέναι..1
Not analysed yet
Ἐκπωμάτων τοίνυν ἀργυρίου καὶ χρυσίου πεποιημένων λιθοκολλήτων τε ἄλλων ἄθετος ἡ χρῆσις, ὄψεως ἀπάτη μόνον· εἴτε γὰρ αὐτοῖς ἐγχέαι τις θερμοῦ κράματος, διαπυρουμένων τῶν σκευῶν ἐπώδυνος ἡ λῆψις, εἴτε αὖ ψυχρὸν πάλιν ἐγχέαι, μεταδίδωσι τῆς ποιότητος ἡ ὕλη λυμαινομένη τὸ κρᾶμα καὶ ἔστιν ἐπιβλαβὴς ἡ πόσις ἡ πλουσία. ἐρρέτων τοίνυν Θηρίκλειοί τινες κύλικες καὶ Ἀντιγονίδες κάνθαροί τε καὶ λαβρώνιοι καὶ λεπασταὶ καὶ τῶν ἐκπωμάτων εἴδη τὰ μυρία ψυκτῆρές τε ἐπὶ τούτοις καὶ οἰνοχόαι· »χρυσός τε γὰρ ἁπαξαπλῶς καὶ ἄργυρος ἰδίᾳ τε καὶ δημοσίᾳ ἐστὶν ἐπίφθονον κτῆμα« τὴν χρείαν ὑπερβεβηκὸς κτήσασθαί τε σπάνιον καὶ τηρῆσαι δύσκολον καὶ οὐκ ἐπιτήδειον χρήσασθαι. ναὶ μὴν καὶ τορευτῶν περίεργος ἐφ᾿ ὑέλῳ κενοδοξία εἰς θραῦσιν διὰ τέχνης ἑτοιμοτέρᾳ δεδιέναι τε ἅμα καὶ πίνειν διδάσκουσα περιοριστέα τῆς εὐνομίας ἡμῶν· κλιντῆρες δὲ ἀργυροῖ καὶ λεκάναι καὶ ὀξύβαφα καὶ πινακίσκοι καὶ τρύβλια, πρὸς ἐπὶ τούτοις σκεύη ἀργυρᾶ τε καὶ χρυσᾶ, τὰ μὲν εἰς διακονίαν τροφῆς, τὰ δὲ καὶ εἰς ἄλλας τινάς, ἃς αἰσχύνομαι καὶ λέγειν, χρείας, κέδρου τε εὐκεάτοιο καὶ θύου καὶ ἐβένου καὶ ἐλέφαντος τρίποδες ἠσκημένοι κλῖναί τε ἀργυρόποδες καὶ ἐλεφαντοκόλλητοι χρυσόστικτοί τε καὶ χελώνης πεποικιλμέναι κύτει κλισιάδες στρωμναί τε ἁλουργεῖς καὶ ἄλλων χρωμάτων δυσπορίστων, ἀπειροκάλου τρυφῆς τεκμήρια, φθόνου καὶ βλακείας ἐπίβουλα πλεονεκτήματα, παραπεμπτέα ἅπαντα, οὐδ᾿ ἡντινοῦν ἀξιόλογον ἔχοντα σπουδήν. »ὁ γὰρ καιρὸς συνεσταλμένος ἐστίν«, ὥς φησιν ὁ ἀπόστολος. **τοῦτο ὑπολείπεται μὴ γελοίως σχηματισθῆναι, καθάπερ ἐν ταῖς πομπαῖς ὁρῶνταί τινες ἔξωθεν κεχρισμέναι καταπληκτικῶς εἰς σεμνότητα, τὰ ἔνδον ἄθλιοι. τοῦτο δὴ διασαφῶν ἀκριβέστερον ἐπήγαγεν· »λοιπόν ἐστιν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες. «εἰ δὲ ἐπὶ γάμου ταῦτα, ἐφ᾿ οὗ φησιν ὁ θεὸς »πληθύνεσθε«, πῶς οἴεσθε τὴν ἀπειροκαλίαν ἐξ αὐθεντείας κυριακῆς ἐξοριστέαν; διὰ τοῦτο καὶ »πώλησόν σου τὰ ὑπάρχοντα«, λέγει κύριος, »καὶ πτωχοῖς δός, καὶ δεῦρο ἀκολούθει μοι· «ἕπου τῷ θεῷ γυμνὸς ἀλαζονείας, γυμνὸς ἐπικήρου πομπῆς, τὸ σόν, τὸ ἀγαθὸν τὸ ἀναφαίρετον μόνον,τὴν εἰς τὸν θεὸν πίστιν, τὴν εἰς τὸν παθόντα ὁμολογίαν, τὴν εἰς ἀνθρώπους εὐεργεσίαν κεκτημένος, κτῆμα τιμαλφέστατον. ἐγὼ δὲ καὶ Πλάτωνα ἀποδέχομαι ἄντικρυς νομοθετοῦντα, »ὡς οὔτε ἀργυροῦν δεῖ πλοῦτον οὔτε χρυσοῦν« [ἀσκεῖν] ἔχειν, ἀλλὰ μηδὲ σκεῦος ἀχρεῖον, ὃ μὴ μετὰ τῆς ἀναγκαίας χρήσεως καὶ μέτριόν ἐστιν, ὡς εἰς πολλὰ τὸ αὐτὸ εὔθετον εἴη, καθαιροῖτο δὲ ἡ πολυκτημοσύνη. παγκάλως γοῦν ἡ θεία που λέγει γραφή, πρὸς τοὺς φιλαύτους καὶ ἀλαζόνας ἀποτεινομένη· »ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν καὶ οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες, οἱ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον, ᾧ ἐπεποίθεισαν ἄνθρωποι, καὶ οὐκ ἔστι τέλος τῆς κτήσεως αὐτῶν, οἱ τὸ ἀργύριόν τε καὶ τὸ χρυσίον τεκταίνοντες καὶ μεριμνῶντες; οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν· ἠφανίσθησαν καὶ εἰς Ἅιδου κατέβησαν. «οὗτος τῆς ἀπειροκαλίας ὁ μισθός. εἰ γάρ τοι γεωργοῦσιν ἡμῖν δικέλλης ἐστὶν χρεία καὶ ἀρότρου, μάκελλαν δ᾿ οὐκ ἄν τις ἀργυρᾶν οὐδὲ ἄμην χρυσῆν χαλκεύοι, τῷ δὲ εὐεργῷ τῆς ὕλης, οὐ τῷ πλουσίῳ, εἰς γεηπονίαν συγχρώμεθα, τί κωλύει καὶ περὶ τὰ σκεύη τὰ ἐνοικίδια τὴν αὐτὴν ἔχειν διάνοιαν τοὺς τοῦ ὁμοίου θεωρητικούς; ὧν μέτρον ἡ χρεία, μὴ ἡ πολυτέλεια γινέσθω. τί γάρ; εἰπέ μοι· τὸ μαχαίριον τὸ ἐπιτραπέζιον, ἢν μὴ ἀργυρόηλον ᾖ ἢ ἐξ ἐλέφαντος πεποιημένον τὴν λαβήν, οὐ τέμνει; ἢ ἐπὶ τὴν μοῖραν τοῦ κρέως Ἰνδικὸν σίδηρον χαλκευτέον, καθάπερ συμμαχικόν τι παρακαλοῦντας; τί δέ; εἰ κεραμεοῦν εἴη τὸ χερνίβιον, οὐ δέξεται τὸ ἀπόνιμμα τῆς χειρός; οὐδὲ ὁ ποδονιπτὴρ τὸ ἀπόνιμμα τοῦ ποδός; ἀναξιοπαθήσει δὲ ἄρα καὶ ἡ τράπεζα ἡ ἐξ ἐλέφαντος τοὺς πόδας ἐσκευασμένη ὀβολιαῖον ἄρτον βαστάσασα, οὐδὲ μὴν ὁ λύχνος διακονήσει τὸ φῶς, ὅτι κεραμέως, οὐ χρυσοχόου ἔργον ἐστίν. ἐγὼ δέ φημι καὶ τοῦ σκίμποδος οὐδὲν κακίω παρεχομένου κατάκλισιν τῆς ἐλεφαντίνης κλίνης, τῆς δὲ σισύρας ἱκανωτάτης οὔσης ὑπεστρῶσθαι, ὥστε μὴ δεῖσθαι πορφυρίδων ἢ φοινικίδων, κατεγνῶσθαι ὅμως τῆς εὐτελείας δι᾿ ἀβελτερίαν ἀρχεκάκου τρυφῆς. Τίς ἡ τοσαύτη πλάνη, τίς ἡ δοξοκαλία, ὁρᾶτε. ὁ κύριος τρυβλίῳ ἐπωψᾶτο εὐτελεῖ καὶ κατέκλινεν τοὺς μαθητὰς ἐπὶ τῆς πόας χαμαὶ καὶ τοὺς πόδας ἔνιπτεν αὐτῶν σαβάνῳ περιζωσάμενος, ὁ ἄτυφος θεὸς καὶ κύριος τῶν ὅλων, οὐκ ἀργυροῦν δὴ ποδονιπτῆρα περιφέρων ἀπ᾿ οὐρανοῦ. καὶ τὴν Σαμαρῖτιν ᾔτει πιεῖν σκεύει κεραμεῷ τοῦ φρέατος ἀνιμῶσαν, οὐκ ἐπιζητῶν τὸ βασιλικὸν χρυσίον, σβεννύναι δὲ τὸ δίψος εὐκόλως διδάσκων· σκοπὸν γὰρ τὴν χρείαν ἐτίθετο, οὐ τὴν ἀπειραγαθίαν. ἤσθιεν δὲ καὶ ἔπινεν παρὰ τὰς εὐωχίας, οὐ γῆς ἐξορύττων μέταλλα, οὐδὲ ἀργύρου καὶ χρυσοῦ, τοῦτ᾿ ἔστιν ἰοῦ, προσόζουσιν σκευαρίοις χρώμενος, οἷον ἀναπνεῖ τῆς τετυφωμένης ὕλης [ὁ ἰός]. καθόλου γὰρ καὶ τὰς τροφὰς καὶ τὰς ἐσθῆτας καὶ τὰ σκεύη καὶ τἄλλα πάντα τὰ κατὰ τὸν οἶκον συλλήβδην λέγω ἀκόλουθα εἶναι ταῖς ἐνστάσεσιν τοῦ Χριστιανοῦ δεῖ, κατὰ τὸ πρόσφορον οἰκειούμενα τῷ προσώπῳ, τῇ ἡλικίᾳ, τῇ ἐπιτηδεύσει, τῷ καιρῷ. ἑνὸς γὰρ ὄντας θεράποντας θεοῦ χρὴ καὶ τὰ κτήματα καὶ τὰ ἐπ᾿ αὐτοῖς ἔπιπλα ἑνὸς ἐπιδείκνυσθαι σύμβολα βίου καλοῦ, καὶ τὸν καθ᾿ ἕνα τῶν ἀνθρώπων ἀδιακρίτῳ πίστει, τῇ μονοπροσώπῳ ταύτῃ ἐνστάσει, τὰ ἐξῆς ἀκόλουθα καὶ σύμφωνα τῇ διαθέσει τῇ μιᾷ φαίνεσθαι ποιοῦντα. ἅ δὲ καὶ κτώμεθα μὴ χαλεπῶς καὶ χρώμενοι εὐκόλως ἐπαινοῦμεν καὶ φυλάττομεν ῥᾳδίως καὶ κοινωνοῦμεν εὐκόλως αὐτῶν, ἀμείνω. ἀμείνω δὴ τὰ χρήσιμα, βελτίω δὲ δήπουθεν τὰ εὐτελέστερα τῶν πλουσίων. τὸ δὲ ὅλον ὁ πλοῦτος οὐκ ὀρθῶς κυβερνώμενος ἀκρόπολίς ἐστι κακίας, περὶ ὅν ὀφθαλμιῶντες οἱ πολλοὶ οὐκ ἄν ποτε εἰς τὴν βασιλείαν παρεισέλθοιεν τῶν οὐρανῶν, νοσοῦντες μὲν περὶ τὰ κοσμικά, ὑπερηφάνως δὲ ζῶντες διὰ τὰς τρυφάς. χρὴ δὲ προειληφέναι τοὺς ἐπὶ σωτηρίᾳ σπεύδοντας ὡς ἄρα χρήσεως μὲν ἕνεκεν ἡ πᾶσα ἡμῖν κτίσις, αὐταρκείας δὲ χάριν ἡ κτῆσις, ἥν καὶ ἐξ ὀλίγων ἄν τις περιποιήσαιτο. μάταιοι γὰρ οἱ δι᾿ ἀπληστίαν ἐπ᾿ αὐτοῖς χαίροντες κειμηλίοις· »ὁ δὲ συνάγων τοὺς μισθούς«, φησίν, »συνήγαγεν εἰς δεσμὸν τετρυπημένον. «οὗτός ἐστιν ὁ συνάγων καὶ ἀποκλείων τὸν σπόρον καὶ ἐλαττούμενος, ὁ μηδενὶ μεταδιδούς. χλεύη δὲ καὶ γέλως πλατὺς οὐροδόχας ἀργυρᾶς καὶ ἀμίδας ὑελᾶς ἐπιφέρεσθαι τοὺς ἄνδρας, καθάπερ ἐπάγονται τοὺς συμβούλους τοὺς ἑαυτῶν, καὶ τὰς πλουτούσας ταύτας ἀλόγως γυναῖκας χρυσοῦ ποιεῖσθαι τῶν ἐκκρίσεων τὰ ἐκδοχεῖα, ὡς μηδὲ ἀποτρίψασθαι ἐξὸν ταῖς πλουσίας μὴ τετυφωμένως· ηὐξάμην δ᾿ ἂν αὐτοῖς παρ᾿ ὅλον τὸν βίον σκυβάλων ἄξιον κρίνεσθαι τὸ χρυσίον. νυνὶ δὲ ἡ ἀκρόπολις τῆς κακίας ἡ φιλαργυρία εὕρηται, ἣν ὁ ἀπόστολος ῥίζαν ἁπάντων εἶναι τῶν κακῶν φησίν, »ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς«. πλοῦτος δὲ ἄριστος ἡ τῶν ἐπιθυμιῶν πενία καὶ ἡ μεγαλοφροσύνη ἡ ἀληθής, οὐ τὸ ἐπὶ πλούτῳ μεγαλοφρονεῖν, τούτου δὲ καταφρονεῖν· τὸ δὲ ἐπὶ τοῖς σκεύεσι μεγαλαυχεῖν αἰσχρὸν κομιδῇ· οὐ γὰρ σπουδάζειν ἔτι περὶ τούτων πάνυ δίκαιον, ἃ καὶ ἐξ ἀγορᾶς τῷ βουλομένῳ ἔξεστιν ὠνήσασθαι, σοφία δὲ οὐκ ὠνητὴ νομίσματι γηΐνῳ οὐδ᾿ ἐν ἀγορᾷ, ἀλλ᾿ ἐν οὐρανῷ πιπράσκεται καὶ πιπράσκεται νομίσματι δικαίῳ, τῷ λόγῳ τῷ ἀφθάρτῳ, τῷ βασιλικῷ χρυσίῳ.