Ancient Greek
Book 3
Clement of Alexandria, Paedagogus 3.Πρὸς τοὺς καλλωπιζομένους τῶν ἀνδρῶν..1
Not analysed yet
Εἰς τοσοῦτον δὲ ἄρα ἐλήλακεν ἡ χλιδὴ ὡς μὴ τὸ θῆλυ μόνον νοσεῖν περὶ τὴν κενοσπουδίαν ταύτην, ἀλλὰ καὶ τοὺς ἄνδρας ζηλοῦν τὴν νόσον. μὴ γὰρ καθαρεύοντες καλλωπισμοῦ οὐχ ὑγιαίνουσιν, πρὸς δὲ τὸ μαλθακώτερον ἀποκλίναντες γυναικίζονται, κουρὰς μὲν ἀγεννεῖς καὶ πορνικὰς ἀποκειρόμενοι, χλανίσι δὲ δὴ φαναῖσι περιπεπεμμένοι καὶ μαστίχην τρώγοντες, ὄζοντες μύρου. τί ἄν τις φαίη τούτους ἰδών; ἀτεχνῶς καθάπερ μετωποσκόπος ἐκ τοῦ σχήματος αὐτοὺς καταμαντεύεται μοιχούς τε καὶ ἀνδρογύνους, ἀμφοτέραν ἀφροδίτην θηρωμένους, μισότριχας, ἄτριχας, τὸ ἄνθος τὸ ἀνδρικὸν μυσαττομένους, τὰς κόμας δέ, ὥσπερ αἱ γυναῖκες, κοσμουμένους. »ἐπ᾿ οὐχ ὁσίοις δὲ τόλμαις ζῶντες« οἱ παλίμβολοι ῥέζουσιν ἀτάσθαλα καὶ κακὰ ἔργα, φησὶν ἡ Σίβυλλα. διὰ τούτους γοῦν πλήρεις αἱ πόλεις πιττούντων, ξυρούντων, παρατιλλόντων τοὺς θηλυδρίας τούτους· ἐργαστήρια δὲ κατεσκεύασται καὶ ἀνέῳκται πάντῃ καὶ τεχνῖται τῆς ἑταιρικῆς ταύτης πορνείας συχνὸν ἐμπολῶσιν ἀργύριον ἐμφανῶς· οἷς σφᾶς καταπιττοῦσι καὶ τὰς τρίχας ἀνασπῶσι πάντα τρόπον παρέχουσιν, οὐδὲν αἰσχυνόμενοι τοὺς ὁρῶντας οὐδὲ τοὺς παριόντας, ἀλλ᾿ οὐδὲ ἑαυτοὺς ἄνδρας ὄντας· τοιοῦτοι γὰρ οἱ τῶν ἀγεννεστέρων ζηλωταὶ παθῶν, ἅπαν τὸ σῶμα τοῖς βιαίοις τῆς πίττης ὁλκοῖς λελειουργημένοι. μέλει δὲ οὐδ᾿ ὁπωστιοῦν περαιτέρω τῆς τοιαύτης προβαίνειν ἀναισχυντίας. εἰ γὰρ μηδὲν ἄπρακτον αὐτοῖς ὑπολείπεται, οὐδὲ ἐμοὶ ἄρρητον. ἕνα τινὰ τούτων τῶν ἀγεννῶν παιδαγωγικῶς ἐπιπλήττων ὁ Διογένης ὁπηνίκα ἐπιπράσκετο, ἀνδρείως σφόδρα »ἧκε« εἶπεν, »μειράκιον, ἄνδρα ὤνησαι σαυτῷ«, ἀμφιβόλῳ λόγῳ τὸ πορνικὸν ἐκείνου σωφρονίζων. τὸ γὰρ ἄνδρας ὄντας ξύρεσθαι καὶ λεαίνεσθαι πῶς οὐκ ἀγεννές; βαφὰς δέ τινας τριχῶν καὶ χρίσματα πολιῶν καὶ ξανθίσματα, ἀνδρογύνων ἐξωλῶν ἐπιτηδεύματα, καὶ τοὺς διακτενισμοὺς αὐτῶν τοὺς θηλυδριώδεις μεθετέον. ἡγοῦνται γὰρ καθάπερ ὄφις τῆς κεφαλῆς ἀπεκδύσασθαι τὸ γῆρας μεταγράφοντες ἑαυτοὺς καὶ νεοποιοῦντες· εἰ καὶ σοφίσονται τὰς τρίχας, ἀλλ᾿ οὐ τὰς ῥυτίδας διαφεύξονται, ἀλλ᾿ οὐ λήσονται τὸν θάνατον σοφιζόμενοι τὸν χρόνον. οὐ γὰρ δεινόν, οὐ δεινὸν γέροντα δοκεῖν τὸ εἶναι λαθεῖν μὴ δυνάμενον. ὅσῳ γοῦν ὁ ἄνθρωπος σπεύδει πρὸς τέλος, τοσούτῳ τιμιώτερος πρὸς ἀλήθειαν, μόνον ἔχων αὑτοῦ πρεσβύτερον τὸν θεόν, ἐπεὶ κἀκεῖνος ἀίδιος γέρων ὁ τῶν ὄντων πρεσβύτερος· »παλαιὸν ἡμερῶν« κέκληκεν αὐτὸν ἡ προφητεία, »καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν«, ὁ προφήτης λέγει. οὐδεὶς δὲ ἄλλος, φησὶν ὁ κύριος, »δύναται ποιῆσαι τρίχα λευκὴν ἢ μέλαιναν«. πῶς οὖν ἀντιδημιουργοῦσι τῷ θεῷ, μᾶλλον δὲ ἀντικεῖσθαι βιάζονται οἱ ἄθεοι τὴν ὑπ᾿ αὐτοῦ πεπολιωμένην παραχαράττοντες τρίχα; »στέφανος δὲ γερόντων πολυπειρία«, φησὶν ἡ γραφή, καὶ τοῦ προσώπου αὐτῶν ἡ πολιὰ ἄνθος πολυπειρίας· οἵ δὲ τὸ πρεσβεῖον τῆς ἡλικίας, τὸν πολιέα, καταισχύνουσιν. οὐκ ἔστιν δέ, οὐκ ἔστιν ἀληθινὴν ἐνδεικνύναι τὴν ψυχὴν τὸν κίβδηλον ἔχοντα κεφαλήν. »ὑμεῖς δὲ οὐχ οὕτως«, φησίν, »ἐμάθετε τὸν Χριστόν, εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον«, οὐ τὸν πολιόν, ἀλλὰ »τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· ἀνανεοῦσθαι δέ«, μὴ βαφαῖς καὶ καλλωπίσμασιν, ἀλλὰ »τῷ πνεύματι τοῦ νοὸς ὑμῶν καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. «ἄνδρα δὲ ὄντα κτενίζεσθαι καὶ ἀποκείρεσθαι ξυρῷ πρὸς εὐπρέπειαν καὶ πρὸς τὸ ἔσοπτρον διατιθέμενον τὰς τρίχας ξύρεσθαί τε καὶ ἀποτίλλεσθαι καὶ λεαίνεσθαι τὰς γένυς πῶς οὐ γυναικεῖον; καὶ εἰ μή τις αὐτοὺς γυμνοὺς ἴδοι, κἂν γυναῖκας ὑπολάβοι. εἰ γὰρ μὴ χρυσοφορεῖν καὶ αὐτοῖς ἐφεῖται, ἀλλ᾿ οὖν γε διὰ τὴν θηλυδριώδη ἐπιθυμίαν ἱμάντας καὶ λώματα χρυσίου περιπτύξαντες πετάλοις ἤ· τινα σφαιρικὰ τῆς αὐτῆς ὕλης ποιησάμενοι σχήματα σφυρῶν ἀπαρτῶνται καὶ τραχήλων ἀπαιωροῦσι. σόφισμα τοῦτο κατεαγότων ἀνθρώπων εἰς τὴν γυναικωνῖτιν κατασυρομένων, ἀμφιβίων καὶ λάγνων θηρίων· πορνικὸς τῆς ἐνέδρας ὁ τρόπος καὶ ἄθεος οὗτος. ὁ γὰρ θεὸς τὴν μὲν γυναῖκα λείαν ἠθέλησεν εἶναι, αὐτοφυεῖ τῇ κόμῃ μόνῃ ὥσπερ ἵππον τῇ χαίτῃ γαυρουμένην, τὸν δὲ ἄνδρα καθάπερ τοὺς λέοντας γενείοις κοσμήσας καὶ τοῖς λασίοις ἤνδρωσε στήθεσι· δεῖγμα τοῦτο ἀλκῆς καὶ ἀρχῆς. ταύτῃ καὶ τοὺς ἀλεκτρυόνας τοὺς ὑπερμαχοῦντας τῶν ὀρνίθων καθάπερ κόρυσι τοῖς κόλλεσιν ἐκαλλώπισεν. καὶ οὕτως περὶ πολλοῦ τὰς τρίχας ταύτας ὁ θεὸς ἡγεῖται ὥστε ἅμα φρονήσει κελεύειν παραγίνεσθαι αὐτὰς τοῖς ἀνδράσι, καὶ δὴ ἀγασθεὶς τῇ σεμνότητι τὸ βλοσυρὸν τοῦ θεάματος γεραρᾷ τετίμηκεν πολιᾷ. φρόνησις δὲ καὶ ἀκριβεῖς λογισμοὶ πολιοὶ συνέσει συνακμάζουσι τῷ χρόνῳ, καὶ τὸ γῆρας ἐνισχύουσι τῷ τόνῳ τῆς πολυπειρίας, ἄνθος ἀξιέραστον φρονήσεως σεμνῆς εἰς πίστιν εὔλογον προτείνοντες τὴν πολιάν. τοῦτο οὖν τοῦ ἀνδρὸς τὸ σύνθημα, τὸ γένειον, δἰ οὗ καταφαίνεται [ὁ] ἀνήρ, πρεσβύτερόν ἐστι τῆς Εὔας καὶ σύμβολον τῆς κρείττονος φύσεως· τούτῳ πρέπειν ἐδικαίωσε τὸ λάσιον ὁ θεός, καὶ διέσπειρεν παρὰ πᾶν τὸ σῶμα τοῦ ἀνδρὸς τὰς τρίχας, τὸ δὲ ὅσον λεῖον αὐτοῦ καὶ μαλθακὸν ἀφείλετο τῆς πλευρᾶς εἰς ὑποδοχὴν σπέρματος εὐαφῆ τὴν Εὔαν δημιουργήσας γυναῖκα βοηθὸν οὖσαν γενέσεως καὶ οἰκουρίας. ὃ δὲ (προήκατο γὰρ τὸ λεῖον) ἔμεινέν τε ἀνὴρ καὶ τὸν ἄνδρα δεικνύει· καὶ τὸ δρᾶν αὐτῷ συγκεχώρηται, ὡς ἐκείνῃ τὸ πάσχειν. ξηρότερα γὰρ φύσει καὶ θερμότερα τὰ δασέα τῶν ψιλῶν ἐστιν. διὸ καὶ τὰ ἄρρενα τῶν θηλειῶν καὶ τὰ ἔνορχα τῶν ἐκτομιῶν καὶ τὰ τέλεια τῶν ἀτελῶν δασύτερά τέ ἐστι καὶ θερμότερα. τὸ οὖν τῆς ἀνδρώδους φύσεως σύμβολον, τὸ λάσιον, παρανομεῖν ἀνόσιον· τὸ δὲ καλλώπισμα τῆς λειάνσεως, θερμαίνομαι γὰρ ὑπὸ τοῦ λόγου, εἰ μὲν ἐπὶ τοὺς ἄνδρας, θηλυδρίου, εἰ δὲ ἐπὶ τὰς γυναῖκας, μοιχοῦ· ἄμφω δὲ ὅτι μάλιστα πορρωτάτω τῆς ἡμετέρας ἐκτοπιστέον πολιτείας. »ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠριθμημέναι«, φησὶν ὁ κύριος· ἠρίθμηνται δὲ καὶ αἱ ἐπὶ τῷ γενείῳ καὶ μὴν καὶ αἱ παρ᾿ ὅλον τὸ σῶμα. οὐδ᾿ ὁπωστιοῦν ἐκτιλτέον παρὰ τὴν προαίρεσιν τοῦ θεοῦ τὴν ἐγκατηριθμημένην τῷ αὐτοῦ θελήματι· »εἰ μή τι οὐκ ἐπιγιγνώσκετε ἑαυτούς«, φησὶν ὁ ἀπόστολος, »ὅτι Χριστὸς Ἰησοῦς ἐν ὑμῖν«, ὃν εἰ ἐνοικοῦντα ᾔδειμεν, οὐκ οἶδ᾿ ὅπως ἂν αὐτὸν λωβᾶσθαι τετολμήκειμεν. τὸ δὲ καὶ πιττοῦσθαι (ὀκνῶ καὶ λέγειν τὴν περὶ τοὔργον ἀσχημοσύνην) ἀπεστραμμένους καὶ κεκυφότας καὶ τῆς φύσεως τὰ ἀπόρρητα εἰς τὸ συμφανὲς ἀπογυμνοῦντας, ἐξορχουμένους καὶ λορδουμένους, ἀπερυθριῶσι σχήμασιν οὐκ ἀπερυθριῶντας αὑτούς, ἐν αὐτῇ νεολαίᾳ καὶ γυμνασίῳ μέσῳ, ἔνθα ἀρετὴ ἀνδρῶν ἐξετάζεται, ἀσχημονοῦντας, τὸ παρὰ φύσιν τοῦτο διώκοντας ἐπιτήδευμα, πῶς οὐχὶ τῆς ἐσχάτης ἀσελγείας ἐστίν; οἱ γὰρ ἐν τῷ φανερῷ τοιαῦτα διαπραττόμενοι σχολῇ γ᾿ ἂν αἰδεσθεῖεν οἴκοι τινάς. καταμαρτυρεῖ δὲ αὐτῶν ἡ ἐν τῷ δημοσίῳ ἀναισχυντία τὴν τῷ ἀφανεῖ ἐπ᾿ ἐξουσίας ἀκολασίαν· ὁ γὰρ ὑπὸ τὰς αὐγὰς τὸν ἄνδρα ἀρνούμενος πρόδηλός ἐστι νύκτωρ ἐλεγχόμενος γυνή. »οὐκ ἔσται δέ«, εἶπεν ὁ λόγος διὰ Μωυσέως, »ἀπὸ θυγατέρων Ἰσραὴλ πόρνη, καὶ οὐκ ἔσται ὁ πορνεύων ἀπὸ υἱῶν Ἰσραήλ. «ἀλλ᾿ ὠφελεῖ, φησίν, ἡ πίττα. ἀλλὰ διαβάλλει, φημί· οὐκ ἂν δὲ ἠθέλησέ τις εὖ φρονῶν πόρνος εἶναι δοκεῖν, μὴ νοσῶν, καὶ διαβάλλειν ἐπιτηδεύειν τὴν καλὴν εἰκόνα οὐκ ἂν ἑκὼν βουληθείη τις. εἰ γὰρ »τοὺς κατὰ πρόθεσιν κλητούς, οὓς προέγνω ὁ θεός, συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ« [δι᾿ οὕς] κατὰ τὸν μακάριον ἀπόστολον »ὥρισεν εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς«, πῶς οὐκ ἄθεοι τὸ σύμμορφον τοῦ κυρίου λωβώμενοι σῶμα; ἀνδρὶ δὲ βουλομένῳ εἶναι καλῷ τὸ κάλλιστον ἐν ἀνθρώπῳ τὴν διάνοιαν κοσμητέον, ἣν καθ᾿ ἑκάστην ἡμέραν εὐπρεπεστέραν ἐπιδεικτέον· παρατιλτέον δὲ οὐ τὰς τρίχας, ἀλλὰ τὰς ἐπιθυμίας. ἐγὼ καὶ τῶν ἀνδραποδοκαπήλων τὰ παιδάρια ἐλεῶ εἰς ὕβριν κοσμούμενα, ἀλλ᾿ οὐχ ὑφ᾿ ἑαυτῶν λελώβηται, κελευόμενα δὲ εἰς αἰσχροκέρδειαν τὰ δύστηνα καλλωπίζεται. οἱ δὲ ἑκόντες ταῦτα αἱρούμενοι δρᾶν, ἃ κελευόμενοι θανάτου ἂν ἐτιμήσαντο, εἰ ἄνδρες ἦσαν, πῶς οὐ κατάπτυστοι; Καὶ νῦν μὲν εἰς τοσοῦτον ἀκολασίας ἐλήλακεν ὁ βίος ἐντρυφώσης ἀδικίας, καὶ τὸ λάγνον πᾶν ἐπικέχυται ταῖς πόλεσι νόμος γενόμενον· ἐπὶ τέγους ἑστᾶσι παρ᾿ αὐτοῖς τὴν σάρκα τὴν ἑαυτῶν εἰς ὕβριν ἡδονῆς πιπράσκουσαι γυναῖκες, καὶ παῖδες ἀρνεῖσθαι τὴν φύσιν δεδιδαγμένοι προσποιοῦνται γυναῖκες. πάντα μετακεκίνηκεν ἡ τρυφή· κατῄσχυνε τὸν ἄνθρωπον ἁβροδίαιτος περιεργία· πάντα ζητεῖ, πάντα ἐπιχειρεῖ, βιάζεται πάντα, συγχεῖ τὴν φύσιν, τὰ γυναικῶν οἱ ἄνδρες πεπόνθασιν καὶ γυναῖκες ἀνδρίζονται παρὰ φύσιν γαμούμεναί τε καὶ γαμοῦσαι γυναῖκες. πόρος δὲ οὐδεὶς ἄβατος ἀκολασίᾳ· κοινὴ δὲ αὐτοῖς ἀφροδίτη δημεύεται, συνέστιος τρυφή. ὢ τοῦ ἐλεεινοῦ θεάματος, ὢ τοῦ ἀρρήτου ἐπιτηδεύματος· τρόπαια ταῦτα τῆς πολιτικῆς ὑμῶν ἀκρασίας δείκνυται, τῶν ἔργων ὁ ἔλεγχος αἱ χαμαίτυπαι. φεῦ τῆς τοσαύτης ἀνομίας. ἀλλ᾿ οὐδὲ συνιᾶσιν οἱ ταλαίπωροι, ὡς τὸ ἄδηλον τῆς συνουσίας πολλὰς ἐργάζεται τραγῳδίας. παιδὶ πορνεύσαντι καὶ μαχλώσαις θυγατράσιν ἀγνοήσαντες πολλάκις μίγνυνται πατέρες, οὐ μεμνημένοι τῶν ἐκτεθέντων παιδίων, καὶ ἄνδρας δείκνυσι τοὺς γεγεννηκότας ἀκρασίας ἐξουσία. ταῦτα οἱ σοφοὶ τῶν νόμων ἐπιτρέπουσιν· ἔξεστιν αὐτοῖς ἁμαρτεῖν κατὰ νόμον, καὶ τὸ ἀπόρρητον τῆς ἡδονῆς εὐκολίαν λέγουσιν. μοιχείας ἀπηλλάχθαι νομίζουσιν οἱ μοιχεύοντες τὴν φύσιν, ἕπεται δὲ αὐτοῖς τῶν τολμημάτων τιμωρὸς ἡ δίκη· καὶ καθ᾿ ἑαυτῶν ἀπαραίτητον ἐπισπώμενοι συμφορὰν ὀλίγου νομίσματος ὠνοῦνται θάνατον. τούτων ἔμποροι τῶν φορτίων οἱ κακοδαίμονες πλέουσιν, ὡς σῖτον, ὡς οἶνον, πορνείαν ἀγώγιμον φέροντες. ἄλλοι δὲ ἀθλιώτεροι μακρῷ ὡς ἄρτον, ὡς ὄψον, ἀγοράζουσιν ἡδονάς, οὐδὲ ἐκεῖνο ἐν νῷ λαβόντες τὸ Μωυσέως· »οὐ βεβηλώσεις τὴν θυγατέρα σου ἐκπορνεῦσαι αὐτήν, καὶ οὐκ ἐκπορνεύσει ἡ γῆ, καὶ ἡ γῆ πλησθήσεται ἀνομίας. «ταῦτα προεφητεύετο πάλαι, ἀρίδηλος δὲ ἡ ἔκβασις· πᾶσα ἤδη πεπλήρωται γῆ καὶ πορνείας καὶ ἀνομίας. Ἄγαμαι τοὺς παλαιοὺς Ῥωμαίων νομοθέτας· ἀνδρόγυνον ἐμίσησαν ἐπιτήδευσιν οὗτοι, καὶ τοῦ σώματος τὴν πρὸς τὸ θῆλυ κοινωνίαν παρὰ τὸν τῆς φύσεως νόμον ὀρύγματος κατηξίωσαν κατὰ τὸν τῆς δικαιοσύνης νόμον. οὐ γὰρ θέμις ἐκτῖλαί ποτε τὸ γένειον,τὸ κάλλος τὸ σύμφυτον, τὸ γενναῖον κάλλος πρῶτον ὑπηνήτῃ, οὗπερ χαριεστάτη ἥβη. προβαίνων δὲ ἤδη ἐπαλείφεται γανούμενος πώγωνι, ἐφ᾿ ὃν κατέβαινε τὸ μύρον τὸ προφητικὸν Ἀαρὼν τιμωμένου. χρὴ δὲ τὸν ὀρθῶς παιδαγωγούμενον, ἐφ᾿ ὃν ἡ εἰρήνη κατεσκήνωσεν, καὶ πρὸς τὰς ἑαυτοῦ τρίχας εἰρήνην ἄγειν. τί τοίνυν οὐκ ἂν ἐπιτηδεύσειαν αἱ γυναῖκες αἱ εἰς μαχλοσύνην σπεύδουσαι, τοιαῦτα τολμῶσιν ἐνοπτριζόμεναι τοῖς ἀνδράσιν; μᾶλλον δὲ οὐκ ἄνδρας, βατάλους δὲ καὶ γύννιδας καλεῖν τούτους χρή, ὧν καὶ αἱ φωναὶ τεθρυμμέναι καὶ ἡ ἐσθὴς τεθηλυμμένη ἁφῇ καὶ βαφῇ. δῆλοι δὲ οἱ τοιοῦτοι ἐλεγχόμενοι τὸν τρόπον ἔξωθεν ἀμπεχόνῃ, ὑποδέσει, σχήματι, βαδίσματι, κουρᾷ, βλέμματι· »ἀπὸ ὁράσεως γὰρ ἐπιγνωσθήσεται ἀνήρ«, ἡ γραφὴ λέγει, »καὶ ἀπὸ ἀπαντήσεως ἀνθρώπου ἐπιγνωσθήσεται ἄνθρωπος· στολισμὸς ἀνδρὸς καὶ βῆμα ποδὸς καὶ γέλως ὀδόντων ἀναγγελεῖ τὰ περὶ αὐτοῦ. «οἱ γὰρ καὶ τὰ μάλιστα πρὸς τὰς ἄλλας πεπολεμωμένοι τρίχας μόνον τὰς ἐπὶ τῇ κεφαλῇ περιέπουσι, μικροῦ δεῖν ἀναδούμενοι κεκρυφάλοις τὰς κόμας ὥσπερ αἱ γυναῖκες. λέοντες μὲν οὖν αὐχοῦσι τὸ λάσιον αὐτῶν, ἀλλ᾿ ἐπὶ τῆς ἀλκῆς ὁπλίζονται τῇ τριχί, κάπροι δὲ καὶ αὐτοὶ σεμνύνονται λοφιᾷ, ἀλλὰ φρίσσοντας αὐτοὺς τὴν τρίχα δεδοίκασιν κυνηγοί, εἰροπόκοι δ᾿ ὄιες μαλλοῖς καταβεβρίθασιν, ἀλλὰ καὶ τούτων ἐπλήθυνεν τὰς τρίχας ὁ φιλάνθρωπος πατὴρ εἰς σήν, ἄνθρωπε, ὑπουργίαν κεῖραι διδάξας τοὺς πόκους. καὶ τῶν ἐθνῶν οἱ Κελτοὶ καὶ οἱ Σκύθαι κομῶσιν, ἀλλ᾿ οὐ κομμοῦνται· ἔχει τι φοβερὸν τὸ εὔτριχον τοῦ βαρβάρου καὶ τὸ ξανθὸν αὐτοῦ πόλεμον ἀπειλεῖ· συγγενές τι τὸ χρῶμα τῷ αἵματι. μεμισήκατον ἄμφω τούτω τὼ βαρβάρω τὴν τρυφήν· μάρτυρας ἐπιδείξονται σαφεῖς τὸν Ῥῆνον ὁ Γερμανός, ὁ Σκύθης τὴν ἅμαξαν. ὀλιγωρεῖ δὲ ἔσθ᾿ ὅτε καὶ τῆς ἁμάξης ὁ Σκύθης (πλοῦτος εἶναι δοκεῖ τῷ βαρβάρῳ τὸ μέγεθος αὐτῆς) καὶ καταλιπὼν τὴν τρυφὴν εὐτελὴς πολιτεύεται· οἶκον αὐτάρκη καὶ τῆς ἁμάξης εὐζωνότερον, τὸν ἵππον, λαβὼν Σκύθης ἀνὴρ ἀναβὰς φέρεται οἷ βούλεται· κάμνων δὲ ἄρα λιμῷ αἰτεῖ τὸν ἵππον τροφάς, ὅ δὲ ὑπέχει τὰς φλέβας, καὶ ὃ κέκτηται μόνον, τῷ κυρίῳ τὸ αἷμα χορηγεῖ, καὶ τῷ νομάδι ὁ ἵππος ὄχημα γίνεται καὶ τροφή. Ἀραβίων δὲ (ἄλλοι οὗτοι νομάδες) ἡ μάχιμος ἡλικία καμηλοβάται εἰσί· κυούσας οὗτοι τὰς καμήλους ἐφέζονται· αἳ δὲ νέμονται ἅμα καὶ θέουσιν ἀναλαμβάνουσαι τοὺς δεσπότας, καὶ τὸν οἶκον ἐπιφέρονται σὺν αὐτοῖς. εἰ δὲ καὶ ποτὸν ἐπιλίποι τοῖς βαρβάροις, ἀμέλγονται τοῦ γάλακτος, κενουμένης δὲ ἤδη τῆς τροφῆς, ἀλλ᾿ οὐδὲ τοῦ αἵματος φείδονται, ᾗ φασι λυττήσαντας τοὺς λύκους. αἳ δὲ ἄρα ἡμερώτεραι τῶν βαρβάρων οὐ μνησικακοῦσιν ἀδικούμεναι, ἀλλὰ καὶ τὴν ἔρημον διεκθέουσιν τεθαρρηκότως δεσπότας ὁμοῦ καὶ φέρουσαι καὶ τρέφουσαι. ὄλοιντο οὖν οἱ θῆρες οἱ φυλακτικοί, οἷς τὸ αἷμα ἡ τροφή· οὐδὲ γὰρ θιγεῖν αἵματος ἀνθρώποις θέμις, οἷς τὸ σῶμα οὐδὲν ἀλλ᾿ ἢ σάρξ ἐστιν αἵματι γεωργουμένη. μετέσχηκεν τοῦ λόγου τὸ αἷμα τὸ ἀνθρώπινον καὶ τῆς χάριτος κοινωνεῖ τῷ πνεύματι, κἂν ἀδικήσῃ τις αὐτό, οὐ λήσεται. ἔξεστιν αὐτῷ καὶ γυμνῷ τοῦ σχήματος πρὸς τὸν κύριον λαλεῖν. ἀποδέχομαι δὲ τῶν βαρβάρων τὴν λιτότητα· εὔζωνον ἀγαπήσαντες πολιτείαν οἱ βάρβαροι κατέλειψαν τὴν τρυφήν. τοιούτους ὁ κύριος ἡμᾶς καλεῖ γυμνοὺς ἀπειροκαλίας, γυμνοὺς κενοδοξίας, ἁμαρτιῶν ἀπεσπασμένους, μόνον ἐπιφερομένους τὸ ξύλον τῆς ζωῆς, μόνον ἐπέχοντας τὴν σωτηρίαν.