Ancient Greek
Book 3
Clement of Alexandria, Paedagogus 3.Ὅτι οὐ χρὴ καλλωπίζεσθαι..1
Not analysed yet
Οὐκ ἄρα ἡ πρόσοψις τοῦ ἐκτὸς ἀνθρώπου, ἀλλὰ ἡ ψυχὴ καλλωπιστέα τῷ τῆς καλοκἀγαθίας κοσμήματι· εἴη δ᾿ ἂν καὶ τὴν σάρκα εἰπεῖν τῷ τῆς ἐγκρατείας κόσμῳ. αἳ δέ, τὴν ἐπιφάνειαν καλλωπιζόμεναι καὶ τὰ βάθη χερσούμεναι, λελήθασι σφᾶς αὐτὰς κατὰ τοὺς Αἰγυπτίων κοσμοῦσαι ναούς· προπύλαια παρ᾿ αὐτοῖς καὶ προτεμενίσματα ἐξήσκηται, ἄλση τε καὶ ὀργάδες, κίοσίν τε παμπόλλοις ἐστεφάνωνται αἱ αὐλαί· τοῖχοι δὲ ἀποστίλβουσι ξενικοῖς λίθοις καὶ γραφῆς ἐντέχνου [οἷς] ἐνδεῖ οὐδὲ ἕν· χρυσῷ δὲ καὶ ἀργύρῳ καὶ ἠλέκτρῳ παραστίλβουσιν οἱ ναοί, καὶ τοῖς ἀπὸ Ἰνδίας καὶ Αἰθιοπίας πεποικιλμένοι μαρμαίρουσι λιθιδίοις, τὰ δὲ ἄδυτα χρυσοπάστοις ἐπισκιάζεται πέπλοις· ἀλλ᾿ ἢν παρεισέλθῃς εἰς τὸ βάθος τοῦ περιβόλου σπεύδων ἐπὶ τὴν θέαν τοῦ κρείττονος, ζητήσεις τὸ ἄγαλμα τὸ ἔνοικον τοῦ νεώ, παστοφόρος δὲ ἤ τις ἄλλος τῶν ἱεροποιούντων περὶ τὸ τέμενος σεμνὸν δεδορκώς, παιᾶνα τῇ Αἰγυπτίων ᾄδων γλώττῃ, ὀλίγον ἐπαναστείλας τοῦ καταπετάσματος, ὡς δείξων τὸν θεόν, πλατὺν ἡμῖν ἐνδίδωσι γέλωτα τοῦ σεβάσματος. οὐ γὰρ θεὸς ὁ ζητούμενος ἔνδον εὑρεθήσεται, ἐφ᾿ ὃν ἐσπεύσαμεν, αἴλουρος δὲ ἢ κροκόδειλος ἢ αὐτόχθων ὄφις ἤ τι τοιοῦτον θηρίον ἀνάξιον μὲν τοῦ νεώ, χηραμοῦ δὲ ἢ φωλεοῦ ἢ βορβόρου ἀντάξιον· ὁ θεὸς Αἰγυπτίων ἐπὶ στρωμνῆς ἁλουργῆς καταφαίνεται κυλιόμενον θηρίον. ταύτῃ μοι δοκοῦσιν αἱ χρυσοφοροῦσαι γυναῖκες, τῶν πλοκάμων τοὺς ἐνουλισμοὺς ἀσκοῦσαι χρίσματά τε παρειῶν καὶ ὑπογραφὰς ὀφθαλμῶν καὶ βαφὰς μετιοῦσαι τριχῶν καὶ τὴν ἄλλην βλακείαν κακομηχανώμεναι, κοσμοῦσαι τὸν περίβολον τὸν σαρκικόν, αἰγυπτιάζουσαι ὡς ἀληθῶς, ἐπισπᾶσθαι τοὺς δεισιδαίμονας ἐραστάς. ἀλλ᾿ ἢν ἀποκαλύψῃ τις τὸ καταπέτασμα τοῦ νεώ, τὸν κεκρύφαλον λέγω, τὴν βαφήν, τὴν ἐσθῆτα, τὸ χρυσίον, τὸ φῦκος, τὰ ἐντρίμματα, τουτέστι τὸ ἐκ τούτων συγκείμενον ὕφος, [τὸ καταπέτασμα,] ὡς ἔνδον εὑρήσων τὸ κάλλος τὸ ἀληθινόν, μυσάξεται, εὖ οἶδ᾿ ἐγώ. οὐ γὰρ τὴν εἰκόνα τοῦ θεοῦ κατοικοῦσαν ἔνδον εὑρήσει τὴν ἀξιόλογον, πόρνη δὲ ἀντ᾿ αὐτῆς καὶ μοιχαλὶς τῆς ψυχῆς κατείληφε τὸ ἄδυτον, τό τε ἀληθινὸν θηρίον ἐλεγχθήσεται ψιμυθίῳ πίθηκος ἐντετριμμμένος, καὶ ὁ παλίμβολος ὄφις ἐκεῖνος διαβιβρώσκων τὸ νοερὸν τῆς ἀνθρώπου διὰ τῆς φιλοδοξίας χηραμὸν ἔχει τὴν ψυχήν· πάντα φαρμάκων ὀλεθρίων ἐμπλήσας καὶ τὸν ἑαυτοῦ τῆς πλάνης ἐνερευξάμενος ἰὸν μετεσκεύασεν τὰς γυναῖκας εἰς πόρνας ὁ προαγωγὸς οὗτος δράκων (οὐ γὰρ γυναικός, ἀλλ᾿ ἑταίρας τὸ φιλόκοσμον)· αἳ τῆς παρὰ μὲν τοῖς ἀνδράσιν οἰκουρίας ὀλίγα φροντίζουσιν, λύσασαι δὲ τἀνδρὸς τὸ βαλλάντιον ἐκτρέπουσι τὰς χορηγίας εἰς ἐπιθυμίας, ὡς πολλοὺς ἔχοιεν τοῦ καλαὶ δοκεῖν εἶναι μάρτυρας, καὶ τὴν πᾶσαν ἡμέραν κομμωτικῇ προσκαθεζόμεναι ἀργυρωνήτοις σχολάζουσιν ἀνδραπόδοις. καθάπερ οὖν ὄψον πονηρὸν ἡδύνουσι τὴν σάρκα καὶ τὴν μὲν ἡμέραν κομμωτικῇ προστετήκασι θαλαμευόμεναι, μὴ ἐλεγχθῶσιν ξανθιζόμεναι, ἑσπέρας δὲ καθάπερ ἐκ φωλεοῦ πρὸς τὸν λύχνον τὸ νόθον τοῦτο προσέρπει κάλλος· συνεργεῖ γὰρ καὶ ἡ μέθη καὶ τὸ ἀμυδρὸν τοῦ φωτὸς πρὸς τὴν ἐπίθεσιν αὐτῶν. καὶ τὴν μὲν ξανθίζουσαν τοὺς πλοκάμους ὁ κωμικὸς Μένανδρος εἴργει τῆς οἰκίας· νῦν δ᾿ ἕρπε ἀπ᾿ οἴκων τῶνδε· τὴν γυναῖκα γὰρ τὴν σώφρονα οὐ δεῖ τὰς τρίχας ξανθὰς ποιεῖν, ἀλλ᾿ οὐδὲ τὰς παρειὰς φυκοῦν οὐδὲ τοὺς ὀφθαλμοὺς ὑπογράφεσθαι. λελήθασι δὲ σφᾶς αἱ κακοδαίμονες τὸ οἰκεῖον ἀπολλύουσαι κάλλος τοῦ ὀθνείου τῇ ἐπεισαγωγῇ· ἅμα γοῦν ἡμέρᾳ σπαρασσόμεναι καὶ ἀποτριβόμεναι καὶ φυράμασί τισι καταπλαττόμεναι ψήχουσι μὲν τὸν χρῶτα, θρύπτουσι δὲ τὴν σάρκα τοῖς φαρμάκοις καὶ τῇ περιεργίᾳ τῶν ῥυμμάτων τὸ οἰκεῖον μαραίνουσιν ἄνθος. διὰ τοῦτό τοι ὠχραὶ μὲν ἐκ καταπλασμάτων καταφαίνονται, εὐάλωτοι δὲ ὑπὸ νόσων γίνονται τακερὰν ἤδη τὴν σάρκα φαρμάκοις τὴν ἐσκιαγραφημένην ἔχουσαι, τῶν ἀνθρώπων τὸν δημιουργὸν ἀτιμάζουσαι, ὡς οὐ κατ᾿ ἀξίαν δεδωρημένον τὸ κάλλος. εἰκότως ἀργαὶ πρὸς οἰκουρίας γίνονται, καθάπερ ἐζωγραφημέναι, καθεζόμεναι εἰς θέαν, οὐκ εἰς οἰκουρίαν γεγενημέναι. διὰ τοῦτό τοι ἡ παρὰ τῷ κωμικῷ ἐπιλογιστικὴ γυνὴ λέγει· τί δ᾿ ἂν γυναῖκες φρόνιμον ἐργασαίμεθα ἢ λαμπρόν, αἳ καθήμεθ᾿ ἐξανθισμέναι, τῶν ἐλευθέρων γυναικῶν λυμαινόμεναι τὸν χαρακτῆρα, οἴκων ἀνατροπὰς καὶ γάμων ἐκτροπὰς καὶ παίδων ὑποβολὰς περιποιούμεναι. τοῦτο αὐτὸ γάρ τοι καὶ Ἀντιφάνης ὁ κωμικὸς ἐν Μαλθακῇ τὸ ἑταιρικὸν τῶν γυναικῶν ἐπισκώπτει τὰ κοινὰ πάσαις ῥήματα εἰς τὴν κατατριβὴν ἐξηυρημένα λέγων ἔρχεται, μετέρχεται αὖ, προσέρχεται αὖ, μετέρχεται, ἥκει, πάρεστι, ῥύπτεται, προσέρχεται, σμῆται, κτενίζεται, ἐμβέβηκε, τρίβεται, λοῦται, σκοπεῖται, στέλλεται, μυρίζεται, κοσμεῖται, ἀλείφεται· †ἂν δ᾿ ἔχοι τι, ἀπάγχεται. τρὶς γάρ, οὐχ ἅπαξ ἀπολωλέναι δίκαιαι κροκοδείλων ἀποπάτοις χρώμεναι καὶ σηπεδόνων ἀφροῖς ἐγχριόμεναι, καὶ ταῖς ὀφρύσι τὴν ἀσβόλην ἀναματτόμεναι καὶ ψιμυθίῳ τὰς παρειὰς ἐντριβόμεναι. αἱ τοίνυν καὶ τοῖς ἐθνικοῖς προσκορεῖς ποιηταῖς διὰ τὸν τρόπον πῶς οὐκ ἂν ἀπόβλητοι τῇ ἀληθείᾳ γένοιντο; ἕτερος γοῦν κωμικὸς ἐλέγχων αὐτὰς Ἄλεξις· καὶ γὰρ καὶ τούτου παραθήσομαι τὴν λέξιν δυσωποῦσαν τῷ περιέργῳ τῆς ἑρμηνείας τὸ ἀδιάτρεπτον τῆς ἀναισχυντίας· οὐ γὰρ εἰς τοσοῦτον περίεργος ἦν· ἐγὼ δὲ αἰσχύνομαι κωμῳδουμένης ἐς τοσοῦτον τῆς γυναικωνίτιδος, ἣ »βοηθὸς« γενομένη εἶτα μέντοι προσαπολλύει καὶ τὸν ἄνδρα. πρῶτα μὲν γὰρ ἐς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς πέλας πάντα τὰ ἄλλα [ἔργα] αὐταῖς πάρεργα γίγνεται. τυγχάνει μικρά τις οὖσα· φελλὸς ἐν ταῖς βαυκίσιν ἐγκεκάττυται. μακρά τις· διάβαθρον λεπτὸν φορεῖ τὴν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦσα ἐξέρχεται· τοῦτο τοῦ μήκους ἀφεῖλεν. οὐκ ἔχει τις ἰσχία· ὑπενέδυσ᾿ ἐρραμμένα αὐτήν, ὥστε τὴν εὐπυγίαν ἀναβοᾶν τοὺς εἰσιδόντας. κοιλίαν ἁδρὰν ἔχει· τιτθί᾿ ἔστ᾿ αὐταῖσι τούτων ὧν ἔχουσ(ιν) οἱ κωμικοί· ὀρθὰ προσθεῖσαι τοιαῦτα τοὐνδυτὸν τῆς κοιλίας ὡσπερεὶ κοντοῖσι τούτοις εἰς τὸ πρόσθ(εν) ἀπήγαγον. τὰς ὀφρῦς πυρρὰς ἔχει τις· ζωγραφοῦσιν ἀσβόλῳ. συμβέβηκ(εν) εἶναι μέλαιναν· κατέπλασε ψιμυθίῳ· λευκόχρως λίαν τις ἐστίν· παιδέρωτ᾿ ἐντρίβεται. καλὸν ἔχει τοῦ σώματός τι· τοῦτο γυμνὸν δεικνύει. εὐφυεῖς ὀδόντας ἔσχεν· ἐξ ἀνάγκης δεῖ γελᾶν, ἵνα θεωρῶσ(ιν) οἱ παρόντες τὸ στόμα ὡς κομψὸν φορεῖ. ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν ξυλήφιον μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν, ὥστε τῷ χρόνῳ σεσηρέν᾿, ἄν τε βούλητ᾿ ἄν τε μή. Ταῦτα ὑμῖν εἰς τὴν ἀποτροπὴν τῆς φιλοκόσμου κακομηχανίας ἐκ σοφίας κοσμικῆς παρατίθεμαι, παμμάχως σῴζειν ἐθελήσαντος ἡμᾶς τοῦ λόγου, μετὰ μικρὸν δὲ καὶ ταῖς θείαις ἐπιστύψω γραφαῖς. φιλεῖ δέ πως τὸ μὴ λανθάνον δι᾿ αἰσχύνην τῶν ἐλέγχων ἀφίστασθαι τῶν ἁμαρτημάτων. ὡς δὲ ἡ καταπεπλασμένη χεὶρ καὶ ὁ περιαληλιμμένος ὀφθαλμὸς ὑπόνοιαν τοῦ νοσοῦντος ἐκ τῆς ὄψεως ἐνδείκνυται, οὕτως τὰ ἐντρίμματα καὶ αἱ βαφαὶ νοσοῦσαν ἐν βάθει τὴν ψυχὴν αἰνίττονται. ἡμῖν δὲ παριέναι »ποταμὸν ἀλλότριον« ὁ θεῖος παραινεῖ παιδαγωγός, τὴν ἀλλοτρίαν γυναῖκα, τὴν μάχλον, ποταμὸν ἀλλότριον ἀλληγορῶν, πᾶσιν ἐπιρρέουσαν, πᾶσι δι᾿ ἀσέλγειαν πορνικὴν εἰς τρυφὴν ἐκχεομένην· »ἀπὸ ὕδατος ἀλλοτρίου ἀπόσχου«, φησίν, »καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς«, τὸ ῥεῦμα τῆς ἡδυπαθείας φυλάξασθαι παραινῶν, »ἵνα πολὺν ζήσωμεν χρόνον, προστεθῇ δὲ ἡμῖν ἔτη ζωῆς«, εἴτε ἀλλοτρίαν ἡδονὴν μὴ θηρωμένοις εἴτε καὶ τὰς αἱρέσεις ἐκτρεπομένοις. φιλοψία μὲν οὖν καὶ φιλοινία εἰ καὶ πάθη μεγάλα, ἀλλ᾿ οὐ τοσαῦτα τὸ μέγεθος ὁπόση ἡ φιλοκοσμία. τράπεζα πλήρης καὶ κύλικες ἐπάλληλοι ἱκαναὶ πληρῶσαι τὴν λαιμαργίαν· τοῖς δὲ φιλοχρύσοις καὶ φιλοπορφύροις καὶ φιλολίθοις οὔτε ὁ ὑπὲρ γῆς καὶ ὑπὸ γῆν χρυσὸς αὐτάρκης οὔτε ἡ Τυρίων θάλαττα οὔτε μὴν ὁ φόρτος ὁ ἀπ᾿ Ἰνδῶν καὶ Αἰθιόπων, ἀλλ᾿ οὐδὲ ὁ Πακτωλὸς ὁ ῥέων τὸν πλοῦτον. οὐδ᾿ ἂν Μίδας τις αὐτῶν γένηται, πεπλήρωται, ἀλλὰ ἔτι πένης ἐστὶ πλοῦτον ἄλλον ποθῶν, ἕτοιμοι δὲ οὗτοι συναποθανεῖν χρυσίῳ. εἰ δὲ καὶ ὁ Πλοῦτος τυφλός, ὥσπερ οὖν, αἱ περὶ αὐτὸν ἐπτοημέναι καὶ συμπαθοῦσαι πῶς οὐ τυφλώττουσιν; ὅρον γοῦν ἐπιθυμίας οὐκ ἔχουσαι εἰς ἀναισχυντίαν ἐξοκέλλουσιν· δεῖ γὰρ αὐταῖς καὶ θεάτρου καὶ πομπῆς καὶ πλήθους θεατῶν καὶ πλάνης ἐν ἱεροῖς καὶ τῆς ἐν τοῖς ἀμφόδοις διατριβῆς, ὡς πᾶσιν αὐτὰς γίνεσθαι καταφανεῖς. κοσμοῦνται γὰρ ἵνα ἄλλοις ἀρέσκοιεν αἱ ἐν προσώπῳ καυχώμεναι, οὐκ ἐν καρδίᾳ· ὡς γὰρ τὸν δραπέτην τὰ στίγματα, οὕτω τὴν μοιχαλίδα δείκνυσι τὰ ἀνθίσματα. »κἂν περιβάλῃ κόκκινον καὶ κοσμήσῃ κόσμῳ χρυσῷ, καὶ ἐὰν χρίσῃ στίμμι τοὺς ὀφθαλμούς σου, εἰς μάτην ὁ ὡραϊσμός σου«, ὁ λόγος διὰ Ἱερεμίου φησίν. Εἶτα οὐκ ἄτοπον ἵππους μὲν καὶ ὄρνεις καὶ τὰ ἄλλα ζῷα ἐκ τῆς χλόης καὶ τῶν λειμώνων ἀνίστασθαι καὶ ἀνίπτασθαι οἰκείῳ κόσμῳ χαίροντα, χαίτῃ ἱππικῇ καὶ χροιᾷ φυσικῇ καὶ πτερώσει ποικίλῃ, ὡς δὲ ἐνδεέστερον καὶ τῆς θηρείου φύσεως ἡ γυνὴ ἀκαλλὴς εἰς τοσοῦτον εἶναι οἴεται, ὡς ὀθνείου δεῖσθαι κάλλους, ὠνητοῦ καὶ σκιαγραφουμένου; κεκρύφαλοι μέν γε καὶ κεκρυφάλων διαφοραὶ καὶ περίεργοι πλοκαί, ἀλλὰ καὶ τῶν τριχῶν οἱ μυρίοι σχηματισμοὶ κατόπτρων τε πολυτίμητοι κατασκευαί, οἷς κατασχηματίζονται θηρῶσαι τοὺς δίκην παίδων ἀφρόνων περὶ τὰς μορφὰς ἐπτοημένους, τέλεον ἀπηρυθριακυιῶν ἐστι γυναικῶν, ἃς ἑταίρας καλῶν οὐκ ἄν τις ἀφαμάρτοι προσωπεῖα ποιούσας τὰ πρόσωπα. ἡμῖν δὲ ὁ λόγος παραινεῖ »μὴ σκοπεῖν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια«. ὃ δὲ καὶ πέρα τῆς ἀτοπίας προβέβηκεν, τῆς ἐπιπλάστου μορφῆς τῆς ἑαυτῶν οἷον ἀνδραγαθήματός τινος ἢ ἐπανορθώματος κάτοπτρα ἐπινενοήκασιν, ἐφ᾿ ἧς ἀπάτης μάλιστα κάλυμμα ἐπιτιθέναι ἐχρῆν· οὐδὲ γάρ, ὡς ὁ μῦθος Ἑλλήνων ἔχει, Ναρκίσσῳ προεχώρησεν τῷ καλῷ τῆς ἑαυτοῦ εἰκόνος γενέσθαι θεατήν. εἰ δὲ οὐδεμίαν εἰκόνα ὁ Μωυσῆς παραγγέλλει ποιεῖσθαι τοῖς ἀνθρώποις ἀντίτεχνον τῷ θεῷ, πῶς ἂν εὐλόγως ποιοῖεν αἱ γυναῖκες αὗται σφῶν κατὰ ἀνάκλασιν ἀπομιμούμεναι τὰς εἰκόνας εἰς τοῦ προσώπου τὴν ψευδοποιίαν; ἀλλὰ καὶ τῷ Σαμουὴλ τῷ προφήτῃ, ὁπότε πέμπεται ἕνα χρῖσαι τῶν υἱῶν Ἰεσσαὶ εἰς βασιλέα, [καὶ] τὸν πρεσβύτατον τῶν παίδων αὐτοῦ καλὸν καὶ μέγαν ἰδόντι, ὁπότε τὸ χρῖσμα προέβαλεν ὁ Σαμουὴλ ἡσθεὶς ἐπ᾿ αὐτῷ, »εἶπεν«, φησίν, »ὁ κύριος αὐτῷ· μὴ ἐπιβλέψῃς εἰς τὴν ὄψιν αὐτοῦ καὶ τὸ ὕψος τοῦ μεγέθους αὐτοῦ, ὅτι ἀπῶσμαι αὐτόν. ἄνθρωπος μὲν γὰρ εἰς ὀφθαλμοὺς ὄψεται καὶ κύριος εἰς καρδίαν«, καὶ οὐκ ἔχρισε τὸν καλὸν τὸ σῶμα, ἀλλὰ τὸν καλὸν τὴν ψυχήν. εἰ οὖν τὸ φυσικὸν τοῦ σώματος κάλλος ἔλαττον τοῦ ψυχικοῦ λογίζεται κύριος, τί περὶ τοῦ νόθου φρονεῖ, ἅπαν τὸ ψεῦσμα ἄρδην ἐκβαλών; »διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους. «σαφέστατα γοῦν ὁ κύριος διὰ τοῦ Ἀβραὰμ διδάσκει καὶ πατρίδος καὶ συγγενέων καὶ κτήσεως καὶ πλούτου παντὸς καταφρονεῖν τὸν ἑπόμενον τῷ θεῷ, ποιήσας αὐτὸν ἔπηλυν, καὶ διὰ τοῦτο καὶ »φίλον« αὐτὸν ὠνόμασεν τῆς οἴκοι καταφρονήσαντα περιουσίας· εὐπατρίδης γὰρ ἦν καὶ εὔπορος σφόδρα. τριακοσίοις γοῦν καὶ ὀκτωκαίδεκα οἰκέταις ἰδίοις κεχείρωται τοὺς τέσσαρας βασιλεῖς τοὺς αἰχμαλωτεύσαντας τὸν Λώτ. μόνην εὑρίσκομεν τὴν Ἐσθὴρ δικαίως κοσμουμένην. ἐκαλλωπίζετο μυστικῶς ἡ γυνὴ βασιλεῖ τῷ ἑαυτῆς, ἀλλὰ τὸ κάλλος αὐτῆς ἐκεῖνο λύτρον εὑρίσκεται φονευομένου λαοῦ. Ὅτι δὲ ἑταίρας μὲν ποιεῖ τὰς γυναῖκας ὁ καλλωπισμός, ἀνδρογύνους δὲ τοὺς ἄνδρας καὶ μοιχικούς, μάρτυς ἡμῖν ὁ τραγικὸς διηγούμενος ὧδέ πως· ἐλθὼν δὲ ἐκ Φρυγῶν ὁ τὰς θεὰς κρίνων ὅδε, ὡς ὁ μῦθος Ἀργείων ἔχει, Λακεδαίμονα, ἀνθηρὸς μὲν εἱμάτων στολῇ χρυσῷ τε λαμπρός, βαρβάρῳ χλιδήματι, ἐρῶν ἐρῶσαν ᾤχετ᾿ ἐξαναρπάσας Ἑλένην πρὸς Ἴδης βούσταθμα, ἔκδημον λαβὼν Μενέλαον. ὢ κάλλους μοιχικοῦ· ἀνέτρεψε τὴν Ἑλλάδα ἡ βάρβαρος φιλοκοσμία καὶ ἡ ἀνδρόγυνος τρυφή· σωφροσύνην διέφθειρεν Λακωνικὴν ἐσθὴς καὶ χλιδὴ καὶ κάλλος ὡραῖον· αἱ βάρβαροι φιλοκοσμίαι ἑταίραν ἤλεγξαν τὴν Διὸς θυγατέρα. οὐκ ἦν παιδαγωγὸς αὐτοῖς ἀνακόπτων τὰς ἐπιθυμίας οὐδὲ μὴν ὁ λέγων »μὴ μοιχεύσῃς« οὐδὲ ὁ »μὴ ἐπιθυμήσῃς« λέγων μηδὲ εἰς μοιχείαν ὁδεύσῃς δι᾿ ἐπιθυμίας, ἀλλὰ μηδὲ τὰς ὀρέξεις ἐκκαύσῃς διὰ φιλοκοσμίας. οἷον αὐτοῖς τὸ ἐπὶ τούτοις ἐξηκολούθησεν τέλος, καὶ ὅσων ἀπέλαυσαν κακῶν οἱ φιλαυτίαν κωλῦσαι μὴ θελήσαντες· ἤπειροι κεκίνηνται δύο ἀπαιδεύτοις ἡδοναῖς καὶ κλονεῖται τὰ πάντα μειρακίῳ βαρβάρῳ· Ἑλλὰς ὅλη ναυτίλλεται, στενοχωρεῖται δὲ ἡ θάλασσα ἠπείρους φέρουσα· πόλεμος ἐκριπίζεται μακρός, καὶ μάχαι καταρρήγνυνται καρτεραί, καὶ νεκρῶν ἐμπίμπλαται τὰ πεδία· ἐνυβρίζει τῷ ναυστάθμῳ ὁ βάρβαρος· ἀδικία κρατεῖ καὶ τοῦ ποιητικοῦ Διὸς ἐκείνου τὸ ὄμμα τοὺς Θρᾷκας βλέπει· εὐγενὲς αἷμα βάρβαρα πίνει πεδία καὶ ποταμῶν ῥεύματα σώμασιν ἵσταται νεκροῖς· στήθη κρούεται θρήνοις καὶ τὸ πένθος ἐπινέμεται τὴν γῆν· πάντες δὲ σείονται πόδες πολυπιδάκου Ἴδης καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν. ποῖ φύγωμεν, Ὅμηρε, καὶ στῶμεν; δεῖξον ἡμῖν γῆν μὴ κεκινημένην. ***μὴ θίγῃς ἡνιῶν, παιδίον, ἄπειρος ὤν, μηδὲ ἀναβῇς τὸν δίφρον ἐλαύνειν μὴ μαθών· δυσὶν ἡνιόχοις οὐρανὸς ἥδεται, οἷς μόνοις ἐλαυνόμενον ἄγεται τὸ πῦρ. μετάγεται γὰρ ἡ διάνοια ὑπὸ ἡδονῆς, καὶ τὸ ἀκήρατον τοῦ λογισμοῦ μὴ παιδαγωγούμενον τῷ λόγῳ εἰς ἀσέλγειαν κατολισθαίνει καὶ μισθὸν τοῦ παραπτώματος τὸ ἀπόπτωμα λαμβάνει. δεῖγμά σοι τούτων οἱ ἄγγελοι τοῦ θεοῦ τὸ κάλλος καταλελοιπότες διὰ κάλλος μαραινόμενον καὶ τοσοῦτον ἐξ οὐρανῶν ἀποπεσόντες χαμαί. ἀλλὰ καὶ Σικιμῖται κολάζονται καταπεπτωκότες τὴν ἁγίαν ὑβρίζοντες παρθένον· τάφος ἡ κόλασις αὐτοῖς καὶ τὸ μνημόσυνον τῆς ἐπιτιμίας εἰς σωτηρίαν παιδαγωγεῖ.