Ancient Greek
Book 3
Clement of Alexandria, Paedagogus 3.Ἐπιδρομὴ κεφαλαιώδης τοῦ ἀρίστου βίου..1
Not analysed yet
Διὰ τοῦτο καὶ τὸ χρυσοφορεῖν καὶ τὸ ἐσθῆτι μαλακωτέρᾳ χρῆσθαι οὐ τέλεον περικοπτέον, χαλινωτέον δὲ τὰς ἀλόγους τῶν ὁρμῶν, μὴ εἰς τὸ ἁβροδίαιτον ἡμᾶς ἐνσείσωσιν φέρουσαι ὑπὸ πολλῆς τῆς ἀνέσεως ἐξαρπάσασαι· δεινὴ γὰρ ἡ τρυφὴ εἰς κόρον ἐξοκείλασα σκιρτῆσαι καὶ ἀναχαιτίσαι καὶ τὸν ἡνίοχον, [καὶ] τὸν παιδαγωγόν, ἀποσείσασθαι, ὃς πόρρωθεν ἀνακόπτων τὰς ἡνίας ἄγει καὶ φέρει πρὸς σωτηρίαν τὸν ἵππον τὸν ἀνθρώπειον, τὸ ἄλογον μέρος τῆς ψυχῆς τὸ περὶ ἡδονὰς καὶ ὀρέξεις ἐπιψόγους καὶ λίθους καὶ χρυσίον καὶ ἐσθῆτα ποικίλην καὶ τὴν ἄλλην χλιδὴν ἐκθηριούμενον· ἐκεῖνο μάλιστα ἐν νῷ ἔχοντες τὸ εἰρημένον ἁγίως »τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες δοξάσωσι τὸν θεόν. «δίδωσιν οὖν ἡμῖν ὁ παιδαγωγὸς ἐσθῆτι χρῆσθαι τῇ λιτῇ, χρόᾳ δὲ τῇ λευκῇ, ὡς προειρήκαμεν, ἵνα μὴ τέχνῃ ποικιλλομένῃ, φύσει δὲ γεννωμένῃ οἰκειούμενοι, πᾶν ὅσον ἀπατηλὸν καὶ τῆς ἀληθείας καταψευδόμενον παρωσάμενοι τὸ μονότροπον καὶ μονοπρόσωπον τῆς ἀληθείας ἀσπασώμεθα. ἁβροδίαιτον ὀνειδίζων νεανίαν ὁ Σοφοκλῆς λέγει· γυναικομίμοις ἐμπρέπεις ἐσθήμασιν. ὡς γὰρ στρατιώτου καὶ ναύτου καὶ ἄρχοντος, οὕτως δὲ καὶ σώφρονός ἐστιν οἰκεία στολὴ ἡ ἀπερίεργος καὶ εὐσχήμων καὶ καθάριος. παρ᾿ ὃ καὶ ὁ ἐν τῷ νόμῳ περὶ τῆς λέπρας διὰ Μωυσέως τεθεὶς νόμος τὸ ποικίλον καὶ πολύστικτον ὡς οὐχ ὅσιον ἀπωθεῖται ταῖς ποικίλαις τοῦ ὄφεως φολίσιν ἐοικός. τὸν γοῦν μηκέτι διηνθισμένον ποικιλίᾳ χρωμάτων, ὅλον δὲ λευκωθέντα δι᾿ ὅλων ἀπὸ κεφαλῆς ἄκρας ἄχρι ποδῶν ἐσχάτων καθαρὸν εἶναι ἐθέλει, ἵνα κατὰ τὴν ἀπὸ τοῦ σώματος μετάβασιν τὸ ποικίλον καὶ πανοῦργον τῆς διανοίας μεθέμενοι πάθος τὸ ἀποίκιλτον καὶ ἀνενδοίαστον τῆς ἀληθείας ἁπλοῦν ἀγαπήσωμεν χρῶμα. ὁ δὲ καὶ ἐν τούτῳ ἄρα ζηλωτὴν Μωυσέως, ὁ πάντα ἄριστος Πλάτων, ὑφὴν ἐκείνην ἀποδέχεται, ᾗ μὴ πλέον ἔργον πρόσεστι γυναικὸς σώφρονος· »χρώματα δὲ λευκὰ πρέποντα ἂν εἴη σεμνότητι καὶ ἄλλοθι« λέγει »καὶ ἐν ὑφῇ· βάμματα δὲ μὴ προσφέρειν ἀλλ᾿ ἢ πρὸς τὰ πολέμου κοσμήματα. «εἰρηνικοῖς ἄρα ἀνθρώποις καὶ φωτεινοῖς κατάλληλον τὸ λευκόν. ὡς οὖν τὰ σημεῖα τὰ ἐγγυτάτω ὄντα τῶν αἰτίων παρόντα σημαίνει, μᾶλλον δὲ δείκνυσι τὴν τοῦ ἀποτελέσαντος ὕπαρξιν, οἷον καπνὸς μὲν πῦρ, εὔχροια δὲ καὶ εὐσφυξία ὑγίειαν, οὕτως καὶ παρ᾿ ἡμῖν ἡ τοιάδε στολὴ τοῦ ἤθους τὴν κατάστασιν ἐνδείκνυται. καθάριος δὲ καὶ ἀφελὴς ἡ σωφροσύνη, ἐπεὶ ἡ μὲν καθαριότης ἕξις ἐστὶν παρασκευαστικὴ διαίτης καθαρᾶς καὶ ἀμιγοῦς αἰσχροῖς, ἡ δὲ ἀφέλεια ἕξις ἀφαιρετικὴ τῶν περιττῶν. ἡ δὲ στερεὰ ἐσθὴς καὶ μάλιστα ἡ ἄγναφος ἀποστέγει τὸ θερμὸν τὸ ἐν τῷ σώματι, οὐχ ὅτι ἐν αὑτῇ ἔχει τὴν θερμότητα ἡ ἐσθής, ἀλλ᾿ ὅτι τὴν ἐν τῷ σώματι ἐξιοῦσαν ἀναστρέφει καὶ πάροδον αὐτῇ οὐ παρέχει, εἰ δὲ καὶ ἐμπέσοι τις, συλλαβοῦσα αὐτὴν ἐν αὑτῇ ἔχει καὶ ὑπ᾿ αὐτῆς θερμανθεῖσα ἀντιθερμαίνει τὸ σῶμα, δι᾿ ὃ καὶ χειμῶνος μάλιστα ταύτῃ χρηστέον· εὔκολος δὲ αὕτη· εὐκολία δέ ἐστιν ἕξις ἀπέριττος προσδεκτικὴ τῶν πρὸς τὸ ἀνελλιπὲς ἐξαρκούντων εἰς τὸν κατὰ λόγον, τὸν ὑγιῆ καὶ μακάριον, βίον. κεχρήσθω δὲ καὶ ἡ γυνὴ τῇ λιτῇ στολῇ καὶ τῇ σεμνῇ, μαλακωτέρᾳ δὲ μᾶλλον ἢ προσῆκεν ἀνδρί, πλὴν οὐ τέλεον ἀπηρυθριακυίᾳ, οὐ διαρρεούσῃ τῇ μαλακότητι. ἔστων δὲ αἱ ἐσθῆτες ἁρμόζουσαι ἡλικίᾳ, προσώπῳ, τόποις, φύσει, ἐπιτηδεύμασιν. »ἐνδύσασθαι« γὰρ παγκάλως ἡμῖν ὁ θεῖος ἀπόστολος συμβουλεύει »τὸν Χριστὸν Ἰησοῦν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθαι εἰς ἐπιθυμίας«. κωλύει δὲ βιαζομένους τὴν φύσιν ὁ λόγος τοὺς λοβοὺς τῶν ὠτίων τιτρᾶναι. διὰ τί γὰρ οὐχὶ καὶ τὴν ῥῖνα; ἵνα δὴ κἀκεῖνο πληρωθῇ τὸ εἰρημένον· »ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός, οὕτως γυναικὶ κακόφρονι κάλλος. «καθόλου γὰρ εἴ τις ἡγεῖται κοσμεῖσθαι χρυσίῳ, ἐλάττων ἐστὶν χρυσίου, ὁ δὲ ἐλάττων χρυσίου οὐκ ἔστι κύριος αὐτοῦ. ἀκοσμότερον δὲ ὁμολογεῖν ἑαυτὸν καὶ ἥττονα τοῦ Λυδίου ψήγματος πῶς οὐκ ἀτοπώτατον; καθάπερ οὖν καὶ τὸ χρυσίον μιαίνεται τῆς συὸς τῇ ἀκαθαρσίᾳ τῷ ῥύγχει τὸν φορυτὸν ἐκταρασσούσης, οὕτως ἀσελγαίνειν αἱ τρυφητικώτεραι ὑπὸ τῆς περιουσίας ἐπαιρόμεναι τὸ κάλλος τὸ ἀληθινὸν καθυβρίζουσιν ἀφροδισίων μολυσμοῖς. δίδωσιν οὖν αὐταῖς δακτύλιον ἐκ χρυσίου, οὐδὲ τοῦτον εἰς κόσμον, ἀλλ᾿ εἰς τὸ ἀποσημαίνεσθαι τὰ οἴκοι φυλακῆς ἄξια διὰ τὴν ἐπιμέλειαν τῆς οἰκουρίας. εἰ γὰρ οἱ πάντες ἦσαν παιδαγωγούμενοι, οὐδὲν τῶν σφραγίδων ἔδει ἐπ᾿ ἴσης ὄντων δικαίων καὶ οἰκετῶν καὶ δεσποτῶν· ἐπεὶ δὲ ἡ ἀπαιδευσία πολλὴν ἐνδίδωσι ῥοπὴν εἰς ἀδικίαν, σφραγίδων ἐδεήθημεν. ἀλλ᾿ ἔστιν οὗ καθυφεῖναι τοῦ τόνου καιρός. καὶ γὰρ ἔσθ᾿ ὅτε συγγνωστέον ταῖς οὐκ εὐτυχούσαις περὶ γάμον σώφρονα καὶ τἀνδρὸς διὰ τὴν ἀρέσκειαν κοσμουμέναις. ὅρος δὲ αὐταῖς ἐπικείσθω ἡ πρὸς μόνους τοὺς ἑαυτῶν ἄνδρας φιλοτιμία. ἐγὼ μὲν οὐκ ἐβουλόμην τὴν σωματικὴν εὐπρέπειαν ἀσκεῖν αὐτάς, ἐπάγεσθαι δὲ τοὺς γήμαντας φιλανδρίᾳ σώφρονι, βιαστικῷ καὶ δικαίῳ φαρμάκῳ· πλὴν ἀλλ᾿ ἐπεὶ δυστυχεῖν βούλονται τὴν ψυχήν, προκείσθω αὐταῖς, εἴ γε σωφρονεῖν ἐθέλοιεν, τὰς ἀλόγους ὁρμὰς καὶ ἐπιθυμίας τῶν ἀνδρῶν καταπραΰνειν ἠρέμα· ἡσυχῇ δὲ αὐτοὺς ἐπὶ τὴν λιτότητα ὑπακτέον τῷ πρὸς ὀλίγον πρὸς τὸ σωφρονέστερον ἐθισμῷ. τὸ γὰρ σεμνὸν κατάστημα οὐ προσθήκῃ τοῦ φορτικοῦ, ἀλλὰ ἀφαιρέσει τοῦ περιττοῦ περιγίγνεται. καθάπερ οὖν ὠκύπτερα περικοπτέον τῶν γυναικῶν τὰ χρήματα τὰ τρυφητικά, χαυνότητας ἀβεβαίους καὶ κενὰς ἐμποιοῦντα ἡδονάς, ὑφ᾿ ὧν ἐπαιρόμεναι καὶ πτερούμεναι πολλάκις ἀποπέτονται τῶν γάμων. διὸ καὶ συστέλλειν χρὴ τὰς γυναῖκας κοσμίως καὶ περισφίγγειν αἰδοῖ σώφρονι, μὴ παραρρυῶσι τῆς ἀληθείας διὰ χαυνότητα. καλὸν μὲν οὖν ταῖς γαμεταῖς πεπιστευκότας ταῖς σφῶν τοὺς ἄνδρας τὴν οἰκουρίαν αὐταῖς ἐπιτρέπειν βοηθοῖς εἰς τοῦτο δεδομέναις. εἰ δὲ ἄρα δέοι καὶ ἡμᾶς ἐμπολιτευομένους καὶ ἄλλας τινὰς τῶν κατ᾿ ἀγρὸν διοικουμένους πράξεις, πολλάκις δὲ καὶ ἄνευ γυναικῶν γενομένους ὑπὲρ ἀσφαλείας ἀποσφραγίζεσθαί τινα, δίδωσιν καὶ ἡμῖν εἰς τοῦτο μόνον σημαντῆρα, τοὺς δὲ ἄλλους ἀπορριπτέον δακτυλίους, ἐπεὶ »κόσμος« κατὰ τὴν γραφὴν »χρυσοῦς φρονίμῳ παιδεία«. αἱ δὲ χρυσοφοροῦσαι τῶν γυναικῶν δεδιέναι μοι δοκοῦσιν, μή, ἢν ἀφέληταί τις αὐτῶν τὰ χρυσία, δοῦλαι νομισθῶσιν οὐ κοσμούμεναι. τὸ δὲ εὐγενὲς τῆς ἀληθείας, ἐν τῷ φύσει καλῷ κατὰ ψυχὴν ἐξεταζόμενον, οὐ πράσει καὶ ὠνῇ τὸν δοῦλον, ἀλλὰ τῇ γνώμῃ τῇ ἀνελευθέρῳ διακέκρικεν, ἡμῖν δὲ οὐ φαίνεσθαι ἐλευθέροις, ἀλλὰ εἶναι ἁρμόζει, τοῖς θεῷ μὲν παιδαγωγουμένοις, θεῷ δὲ εἰσπεποιημένοις. διὸ καὶ στάσιν καὶ κίνησιν καὶ βάδισμα καὶ ἐσθῆτα καὶ ἁπαξαπλῶς τὸν πάντα βίον ὅτι μάλιστα ἐλευθεριώτατον ἐπαναιρετέον. ἀλλὰ καὶ τὸν δακτύλιον οὐκ ἐπ᾿ ἄρθρῳ φορητέον τοῖς ἀνδράσι (γυναικεῖον γὰρ τοῦτο), εἰς δὲ τὸν μικρὸν δάκτυλον, καὶ τούτου εἰς τοὔσχατον καθιέναι· ἔσται γὰρ οὕτως εὐεργὴς ἡ χείρ, ἐν οἷς αὐτῆς δεόμεθα· καὶ οὐ ῥᾷστα ὁ σημαντὴρ ἀποπεσεῖται τῇ μείζονι τοῦ ἄρθρου συνδέσει φυλαττόμενος. αἱ δὲ σφραγῖδες ἡμῖν ἔστων πελειὰς ἢ ἰχθὺς ἢ ναῦς οὐριοδρομοῦσα ἢ λύρα μουσική, ᾗ κέχρηται Πολυκράτης, ἢ ἄγκυρα ναυτική, ἣν Σέλευκος ἐνεχαράττετο τῇ γλυφῇ, κἂν ἁλιεύων τις ᾖ, ἀποστόλου μεμνήσεται καὶ τῶν ἐξ ὕδατος ἀνασπωμένων παιδίων· οὐ γὰρ εἰδώλων πρόσωπα ἐναποτυπωτέον, οἷς καὶ τὸ προσέχειν ἀπείρηται, οὐδὲ μὴν ξίφος ἢ τόξον τοῖς εἰρήνην διώκουσιν ἢ κύπελλα τοῖς σωφρονοῦσιν. πολλοὶ δὲ τῶν ἀκολάστων ἐγγεγλυμμένους ἔχουσι τοὺς ἐρωμένους ἢ τὰς ἑταίρας, ὡς μηδὲ ἐθελήσασιν αὐτοῖς λήθην ποτὲ ἐγγενέσθαι δυνηθῆναι τῶν ἐρωτικῶν παθημάτων διὰ τὴν ἐνδελεχῆ τῆς ἀκολασίας ὑπόμνησιν. Τριχῶν δὲ πέρι ταύτῃ δοκεῖ· ψιλὴ μὲν ἡ τῶν ἀνδρῶν κεφαλή, πλὴν εἰ μὴ οὔλας ἔχοι τὰς τρίχας, λάσιον δὲ τὸ γένειον, αἱ δὲ συνεστραμμέναι τῶν τριχῶν ἀπὸ τῆς κεφαλῆς μὴ καθικέσθωσαν ἄγαν εἰς πλοκάμους κατολισθαίνουσαι γυναικείους· ἀπόχρη γὰρ τὸ »ἠυγένειον« τοῖς ἀνδράσιν. εἰ δέ τις καὶ κείραιτό τι τοῦ γενείου, οὐ μέντοι πατελῶς ψιλωτέον αὐτό· αἰσχρὸν γὰρ τὸ θέαμα καὶ κατέγνωσται ἡ τοῦ γενείου ἐν χρῷ κουρὰ παρατίλσει καὶ λειότητι γειτνιῶσα. αὐτίκα γοῦν ὁ ψαλμῳδὸς τοῦ γενείου τερπόμενος τῇ κόμῃ »ὡς τὸ μύρον« φησὶ »τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρών«· τῇ παλινῳδίᾳ τοῦ πώγωνος τὸ εὐπρεπὲς ὑμνήσας, τὸ πρόσωπον τῷ μύρῳ κατεγάνωσε κυρίου. ἐπεὶ δὲ οὐχ ὡραϊσμοῦ χάριν ἡ κουρὰ παραληπτέα, διὰ περίστασιν δέ, τὰς μὲν τῆς κεφαλῆς τρίχας ὡς μὴ αὐξόμεναι ταῖς ὄψεσιν ἐμποδίζοιεν καταβαίνουσαι, καὶ ἴσως τὰς ἐπὶ τῷ μύστακι μολυνομένας κατὰ τὴν τροφὴν περικαρτέον, οὐ ξυρῷ (ἀγεννὲς γάρ), ἀλλὰ ταῖς δυοῖν μαχαίραις ταῖς κουρικαῖς, τὰς δὲ τοῦ γενείου μηδέν τι παραλυπούσας οὐκ ἐνοχλητέον, σεμνότητα μὲν τοῦ προσώπου καὶ κατάπληξιν γεννητικὴν **ἐμποιούσας· πολλοὺς δὲ καὶ τὸ σχῆμα παραπαιδαγωγεῖ μὴ ἁμαρτάνειν διὰ τὸ εὐεξέλεγκτον, τοῖς δὲ ἀναφανδὸν ἁμαρτάνειν ἐθέλουσιν τὸ λανθάνον τοῦ σχήματος καὶ μὴ παράσημον ἐπιτερπέστατον, ὑφ᾿ ᾧ δεδυκότες οἷς ἔξεστι δι᾿ ἄγνοιαν πλημμελεῖν τοῖς πολλοῖς ἐξομοιούμενοι τὸ ἁμαρτάνειν ἀδεῶς κεκάρπωνται. οὐ μόνον οὖν αὐστηρὸν δεικνύει τὸν ἄνδρα τῆς κεφαλῆς τὸ ψιλόν, ἀλλὰ καὶ δυσπαθὲς κατασκευάζει τὸ κρανίον, προσομιλεῖν ἐθίζον καὶ κρύει καὶ καύματι, καὶ τὰς ἀπὸ τούτων διωθεῖται βλάβας, ἃς ἡ κόμη σπόγγου τρόπον εἰς ἑαυτὴν ἀναλαμβάνουσα, ἐγκατασκήπτει τῷ ἐγκεφάλῳ παράμονον ἐκ τῆς νοτίδος τὴν βλάβην. Ταῖς γυναιξὶ δὲ ἀπόχρη μαλάσσειν τὰς τρίχας καὶ ἀναδεῖσθαι τὴν κόμην εὐτελῶς περόνῃ τινὶ λιτῇ παρὰ τὸν αὐχένα, ἀφελεῖ θεραπείᾳ συναυξούσαις εἰς κάλλος γνήσιον τὰς σώφρονας κόμας. καὶ γὰρ αἱ περιπλοκαὶ τῶν τριχῶν αἱ ἑταιρικαὶ καὶ αἱ τῶν σειρῶν ἀναδέσεις πρὸς τῷ εἰδεχθεῖς αὐτὰς δεικνύναι κόπτουσι τὰς τρίχας, ἀποτίλλουσαι ταῖς πανούργοις ἐμπλοκαῖς, δι᾿ ἃς οὐδὲ θιγγάνουσι τῆς κεφαλῆς τῆς σφῶν αὐτῶν συγχεῖν τὰς τρίχας φοβούμεναι, ἀλλὰ καὶ ὁ ὕπνος αὐταῖς μετὰ δέους παραγίνεται, μὴ κατασκύλωσιν λαθοῦσαι τὸ σχῆμα τῆς ἐμπλοκῆς. ἀλλοτρίων δὲ αἱ προσθέσεις τριχῶν τέλεον ἔκβλητοι, ὀθνείας τε ἐπισκευάζεσθαι τῇ κεφαλῇ τὰς κόμας ἀθεώτατον νεκροῖς ἐνδιδυσκούσας πλοκάμοις τὸ κρανίον· τίνι γὰρ ὁ πρεσβύτερος ἐπιθήσει χεῖρα; τίνα δὲ εὐλογήσει; οὐ τὴν γυναῖκα τὴν κεκοσμημένην, ἀλλὰ τὰς ἀλλοτρίας τρίχας καὶ δι᾿ αὐτῶν ἄλλην κεφαλήν. εἰ δὲ »κεφαλὴ γυναικὸς μὲν ἀνήρ, ἀνδρὸς δὲ ὁ Χριστός«, πῶς οὐκ ἄθεον διττοῖς αὐτὰς περιπίπτειν ἁμαρτήμασιν; τοὺς μὲν γὰρ ἀπατῶσι, τοὺς ἄνδρας, διὰ τὴν ὑποβολὴν τῆς κόμης, καταισχύνουσι δὲ τὸν κύριον τὸ ὅσον ἐπ᾿ αὐταῖς ἑταιρικῶς κοσμούμεναι εἰς ἀπάτην ἀληθείας καὶ τὴν ὄντως οὖσαν καλὴν βλασφημοῦσαι κεφαλήν. οὐκοῦν οὐδὲ βαπτέον τὰς τρίχας οὐδὲ μὴν τὰς πολιὰς μεταχρωστέον· οὐδὲ γὰρ τὴν ἐσθῆτα ποικίλλειν συγκεχώρηται· καὶ μάλιστα τὸ γεραιὸν τῆς ἡλικίας καὶ ἀξιόπιστον οὐκ ἐπικαλυπτέον, ἀναδεικτέον δὲ ὑπ᾿ αὐγὰς τοῦ θεοῦ τὸ τίμημα εἰς σέβασμα τῶν νέων· καὶ γὰρ ἀναισχυντοῦσιν ἔσθ᾿ ὅτε πολιᾶς ἐπιφάνεια παιδαγωγοῦ δίκην ἐπιστᾶσα ἐπὶ σωφροσύνην μεθηρμόσατο αὐτοὺς καὶ κατεπλήξατο τῇ στιλπνότητι τῆς ὄψεως τὸ νεάζον τῆς ἐπιθυμίας. Ἀλλ᾿ οὐδὲ τὰ πρόσωπα ἐντριπτέον αὐταῖς πανούργου σοφίας τερθρεύμασιν· ὑποδείξωμεν δὲ αὐταῖς κομμωτικὴν σώφρονα· κάλλος γὰρ ἄριστον πρῶτον μὲν τὸ ψυχικόν, ὡς πολλάκις ἐπεσημηνάμην, ὅταν ᾖ κεκοσμημένη ψυχὴ ἁγίῳ πνεύματι καὶ τοῖς ἐκ τούτου ἐμπνεομένη φαιδρύσμασιν, δικαιοσύνῃ, φρονήσει, ἀνδρείᾳ, σωφροσύνῃ φιλαγαθίᾳ τε καὶ αἰδοῖ, ἧς οὐδὲν εὐανθέστερον χρῶμα ἑώραται πώποτε. ἔπειτα καὶ τὸ σωματικὸν κάλλος ἠσκήσθω, »συμμετρία μελῶν καὶ μερῶν μετ᾿ εὐχροίας«. ἡ κομμωτικὴ τῆς ὑγείας ἐνταῦθα εὔθετος, καθ᾿ ἣν ἡ τοῦ εἰδώλου τοῦ ἐπιπλάστου εἰς τὸ ἀληθὲς μετάβασις κατὰ τὸ σχῆμα τὸ ἐκ τοῦ θεοῦ δεδομένον περιγίνεται. δεινὴ δὲ καλλωπίσαι κατὰ φύσιν ἡ τῶν ποτῶν εὐκρασία καὶ ἡ τῶν σιτίων συμμετρία. οὐ γὰρ μόνον τὴν ὑγίειαν ἴσχει τὸ σῶμα ἐκ τούτων, ἀλλὰ καὶ τὸ κάλλος διαφαίνεσθαι ποιεῖ. ἀπὸ γὰρ τοῦ πυρώδους τὸ στιλπνὸν καὶ μαρμαρυγῶδες περιγίνεται, ἀπὸ δὲ τοῦ ὑγροῦ τὸ λαμπρὸν καὶ κεχαρισμένον, ἀπὸ δὲ τοῦ ξηροῦ τὸ ἀνδρῶδες καὶ πάγιον, ἀπὸ δὲ τοῦ ἀερώδους τὸ εὔπνουν καὶ ἰσοστάσιον, ἐξ ὧν ὁ εὔρυθμος καὶ καλὸς οὗτος ἀνδριὰς τοῦ λόγου κεκόσμηται. ἄνθος δὲ τῆς ὑγιείας ἐλευθέριον τὸ κάλλος· ἣ μὲν γὰρ ἔνδον τοῦ σώματος ἐργάζεται, τὸ δὲ εἰς τὸ ἐκτὸς τοῦ σώματος ἐξανθῆσαν φανερὰν ἐνδείκνυται τὴν εὔχροιαν. αἱ γοῦν κάλλισται καὶ ὑγιεινόταται ἀγωγαὶ διαπονοῦσαι τὰ σώματα τὸ κάλλος τὸ γνήσιον καὶ παράμονον ἐργάζονται, ἕλκοντος ἐφ᾿ ἑαυτὸ τοῦ θερμοῦ τήν τε ἰκμάδα πᾶσαν καὶ τὸ πνεῦμα τὸ ψυχρόν· ὁλκὸν δὲ εἰς ἑαυτὴν ἡ θερμότης ἐκριπιζομένη κινήσεσιν. ἐπειδὰν δὲ ἑλκύσῃ, ἀλεαινομένην ἠρέμα δι᾿ αὐτῶν ἀτμίζει τῶν σαρκῶν τὴν ἐκ τῆς τροφῆς περιουσίαν, ποσῇ μὲν τῇ ὑγρότητι, ὑπερβολῇ δὲ θερμότητος. διὸ καὶ ἡ προτέρα κενοῦται τροφή· ἀκινήτῳ δὲ τῷ σώματι τὸ βρωθὲν σιτίον οὐ προσφύεται, ἀλλὰ ἐκπίπτει, ὥσπερ ἀπὸ ψυχροῦ κλιβάνου ὁ ἄρτος ἢ ὅλος ἢ μόνον ὑπολειπόμενος τὸν πυθμένα. εἰκότως οὖν τοῖς περιττεύουσι κατὰ τὰς ἀποτρίψεις τὰ οὖρα καὶ τὰ σκύβαλα πλεονάζει, πλεονάζει δὲ καὶ τὰ ἄλλα περιττώματα αὐτοῖς, πρὸς δὲ καὶ οἱ ἱδρῶτες, οὐκ ἀναδιδομένης τῷ σώματι τῆς τροφῆς, ἀλλὰ εἰς τὰ περιττὰ ἐκχεομένης. ἐντεῦθεν καὶ αἱ λαγνεῖαι ὁρμῶνται, περὶ τὰ παιδοποιίας μόρια ἐπιρρεούσης τῆς περιττείας. διὸ κινήσεσι συμμέτροις [διὸ] τηκτέον ταύτην τὴν περιττείαν καὶ εἰς πέψιν ἀναχυτέον, δι᾿ ἧς τὸ κάλλος ἐρυθραίνεται. Ατοπον δὲ τοὺς »κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν θεοῦ« γεγονότας ὥσπερ ἀτιμάζοντας τὸ ἀρχέτυπον ἔπηλυν ἐπάγεσθαι κομμωτικήν, τὴν ἀνθρώπειον κακοτεχνίαν πρὸ τῆς θείας αἱρουμένους δημιουργίας. προσιέναι δὲ αὐτὰς ὁ παιδαγωγὸς κελεύει »ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς«, »ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ὡς καὶ εἴ τινες ἀπειθοῖεν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται, ἐποπτεύσαντες« φησὶ »τὴν ἐν λόγῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν· ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ᾿ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές. «ἡ δὲ αὐτουργία ταῖς γυναιξὶν μάλιστα τὸ γνήσιον ἐπιφέρει κάλλος γυμνάζουσα τὰ σώματα αὐτῶν καὶ σφᾶς αὐτὰς δι᾿ αὑτῶν κοσμοῦσα, οὐ τὸν ὑπ᾿ ἄλλων πεπονημένον προσφέρουσα κόσμον, ἄκοσμον καὶ ἀνελεύθερον καὶ ἑταιρικόν, ἀλλὰ τὸν ἑκάστης σώφρονος γυναικὸς διὰ τῶν χειρῶν αὐτῆς, ὁπότε χρῄζοι μάλιστα, ἀσκούμενον καὶ ἐξυφαινόμενον· οὐ γάρ ποτε καθήκει ἐξ ἀγορᾶς ὠνητοῖς, ἀλλὰ τοῖς οἰκουρικοῖς [τοῖς ἰδίοις] ἔργοις κοσμουμένας φαίνεσθαι τὰς κατὰ θεὸν πολιτευομένας. κάλλιστον γὰρ ἔργον γυνὴ οἰκουρὸς αὑτήν τε καὶ τὸν ἄνδρα τοῖς ἰδίοις περιβάλλουσα κοσμήμασι, δι᾿ ὧν ἀγάλλονται πάντες, οἱ μὲν παῖδες ἐπὶ τῇ μητρί, ὁ δὲ ἀνὴρ ἐπὶ τῇ γυναικί, αὕτη δὲ ἐπὶ τούτοις, πάντες δὲ ἐπὶ τῷ θεῷ. συλλήβδην γοῦν ταμιεῖον ἀρετῆς ἐστιν ἀνδρεία γυνή, ἥτις »σῖτα ὀκνηρὰ οὐκ ἔφαγεν, θεσμοὶ δὲ ἐλεημοσύνης ἐπὶ τῇ γλώσσῃ αὐτῆς«, ἥτις »τὸ στόμα αὐτῆς διήνοιξεν σοφῶς καὶ ἐννόμως, ἧς τὰ τέκνα ἐμακάρισαν ἀνιστάμενα«, ὡς διὰ Σολομῶντος λέγει ὁ ἅγιος λόγος, »ὁ δὲ ἀνὴρ αὐτῆς ἐνεκωμίασεν. γυνὴ γὰρ εὐσεβὴς εὐλογεῖται, φόβον δὲ κυρίου αὐτὴ αἰνείτω. «καὶ πάλιν· »γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς. «Ἐπανορθωτέον δὲ ὅτι μάλιστα καὶ τὰ σχήματα καὶ τὰ βλέμματα καὶ τὰ βαδίσματα καὶ τὰς φωνάς. οὐ γὰρ ὥς τινες τὴν ὑπόκρισιν ζηλοῦσαι τῆς κωμῳδίας καὶ τὰς κατεαγυίας τῶν ὀρχηστῶν κινήσεις παραφυλάττουσαι παρὰ τὰς ὁμιλίας σκηνοβατοῦσιν, αὐτοῖς τοῖς κινήμασιν τοῖς ἁβροῖς καὶ τοῖς ὑγροῖς βαδίσμασιν καὶ φωναῖς ταῖς πεπλασμέναις κλαδαρὸν περιβλέπουσαι, δέλεαρ ἡδονῆς ἐξησκημέναι. »μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς χάριν λαλοῦσα λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον ἢ μάχαιραν δίστομον· τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς Ἅιδην. «Σαμψὼν γοῦν τὸν γεννάδαν ἡ πόρνη νενίκηκεν, καὶ τὸν ἄνδρα ἔκειρεν αὐτοῦ ἑτέρα γυνή. ἀλλ᾿ οὐχ οὕτως ἠπάτησεν τὸν Ἰωσὴφ ἄλλη γυνή, νενίκηται δὲ ἡ πόρνη ἡ Αἰγυπτία, καὶ δεσμὰ σωφροσύνη λαμβάνουσα κρείττων ἀναφαίνεται λελυμένης. ἔχοι δ᾿ ἂν κἀκεῖνο ἄριστα τὸ εἰρημένον τὸ δ᾿ ὅλον οὐκ ἐπίσταμαι ἐγὼ ψιθυρίζειν οὐδὲ κατακεκλασμένως πλάγιον ποιήσας τὸν τράχηλον περιπατεῖν, ὥσπερ ἑτέρους ὁρῶ κιναίδους ἐνθάδε πολλοὺς ἐν ἄστει καὶ πεπιττοκοπημένους. αἱ δὲ γυναικεῖοι κινήσεις καὶ θρύψεις καὶ χλιδαὶ κολουστέαι παντελῶς· τὸ γὰρ ἁβροδίαιτον τῆς περὶ τὸν περίπατον κινήσεως καὶ τὸ »σαυλὰ βαίνειν«, ὥς φησιν Ἀνακρέων, κομιδῇ ἑταιρικά, ὥς γέ μοι φαίνεται. ἡ κωμῳδία φησὶν »τὰ ἴχνη τὰ ἑταιρικὰ ὥραν ἀπολείπειν καὶ τρυφήν«. »ἴχνη δὲ πορνικὰ οὐκ ἐρείδεται εἰς ἀλήθειαν· ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται, σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι. «μάλιστα δὲ ὀφθαλμῶν φειστέον, ἐπεὶ τοῖς ποσὶν ἢ τοῖς ὀφθαλμοῖς ἄμεινον ὀλισθεῖν. ὁ γοῦν κύριος συντομώτατα ἰᾶται τὸ πάθος τοῦτο, »εἰ σκανδαλίζει σε ὁ ὀφθαλμός σου, ἔκκοψον αὐτόν« λέγων, ἐκ βάθρων ἀνασπῶν τὴν ἐπιθυμίαν· κλαδαραὶ δὲ ὄψεις καὶ τὸ ἐνιλλώπτειν, ὃ διὰ τῶν ὀφθαλμῶν βλεφαρίζειν ἐστίν, οὐδὲν ἀλλ᾿ ἢ διὰ τῶν ὀφθαλμῶν μοιχεύειν ἐστὶν ἀκροβολιζομένης τῆς ἐπιθυμίας δι᾿ αὐτῶν. πρὸ γὰρ τοῦ παντὸς σώματος διαφθείρονται οἱ ὀφθαλμοί. »θεωρῶν δὲ καλὰ ὀφθαλμὸς εὐφραίνει καρδίαν«, τουτέστι καλῶς μαθὼν θεωρεῖν εὐφραίνει, »ἐννεύων δὲ ὀφθαλμὸν μετὰ δόλου συνάγει ἀνδράσι λύπας. «τοιοῦτόν που τὸν θηλυδρίαν Σαρδανάπαλλον, τῶν Ἀσσυρίων τὸν βασιλέα, ἐπὶ κλίνῃ ἀναβάδην ἑζόμενον εἰσάγουσι πορφύραν ξαίνοντα καὶ τὰ λευκὰ τῶν ὀφθαλμῶν ἐπαναβάλλοντα. αἱ ταῦτα ἐπιτηδεύουσαι γυναῖκες ἰδίαις ὄψεσι προαγωγεύουσιν αὑτάς· »λύχνος γὰρ τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός«, φησὶν ἡ γραφή, δι᾿ οὗ καταφαίνεται τὰ ἔνδον φωτὶ τῷ φαινομένῳ καταυγαζόμενα. »πορνεία δὲ γυναικὸς ἐν μετεωρισμῷ ὀφθαλμῶν. «»νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι᾿ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ«, ὁ μὲν ἀπόστολος βοᾷ, ἡμεῖς δὲ ἀναζωπυροῦμεν τὰ πάθη καὶ οὐκ αἰσχυνόμεθα. αἳ μὲν αὐτῶν »μαστίχην ἐντραγοῦσαι«, περιιοῦσαι, σεσήρασι τοῖς παριοῦσιν, αἳ δὲ τὰς κεφαλάς, ὡς μὴ δακτύλους ἔχουσαι, ταῖς ὑπ᾿ αὐτῶν φερομέναις περόναις σκαλεύουσαι θρύπτονται, καὶ ταύτας ἢ χελώνης ἢ ἐλέφαντος ἢ τινος ἄλλου ζῴου νεκροῦ πεποιημένας πολυπραγμονοῦσιν· ἄλλαι δὲ καθάπερ ἐξανθήματά τινα ἔχουσαι πρὸς εὐπρέπειαν τῶν ὁρώντων εὐανθέσι περιχρίστοις κοσμούμεναι σπιλοῦσι τὰ πρόσωπα τὰ αὐτῶν. »ἄφρονα« τὴν τοιαύτην καὶ »θρασεῖαν γυναῖκα« διὰ Σολομῶντος λέγει, »ἣ οὐκ ἐπίσταται αἰσχύνην· ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου ἐπὶ δίφρου, ἐμφανῶς προσκαλουμένη τοὺς παριόντας ὁδόν, τοὺς εὐθύνοντας τὰς ἑαυτῶν τροχιάς«, διὰ τοῦ σχήματος αὐτῆς καὶ τοῦ βίου παντὸς δηλονότι λέγουσα, »τίς ἐστιν ὑμῶν ἀφρονέστατος; ἐκκλινάτω πρός με. ἐνδεέσι δὲ φρονήσεως παρακελεύεται λέγουσα, ἄρτων κρυφίων ἡδέως ἅψασθε καὶ ὕδατος κλοπῆς γλυκεροῦ«, τὴν ἐπίκλοπον ταύτην Ἀφροδίτην λέγει. ἐντεῦθεν ὠφελημένος ὁ Βοιώτιος Πίνδαρος »γλυκύ τι« φησὶν »κλεπτόμενον μέλημα Κύπριδος«. »ὃ δὲ οὐκ οἶδεν ἄθλιος ὅτι γηγενεῖς παρ᾿ αὐτῇ ὀλοῦνται, καὶ ἐπὶ πέτευρον Ἅιδου συναντᾷ. ἀλλὰ ἀποπήδησον«, φησίν, »μὴ χρονίσῃς ἐν τῷ τόπῳ« ὁ παιδαγωγός, »μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν. οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον καὶ ὑπερβήσῃ τὸν Ἀχέροντα. «διὰ τοῦτο τάδε λέγει κύριος διὰ Ἡσαΐου· »ἀνθ᾿ ὧν ἐπορεύθησαν αἱ θυγατέρες Σιὼν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶ παίζουσαι, καὶ ταπεινώσει ὁ θεὸς τὰς θυγατέρας Σιὼν καὶ ἀνακαλύψει τὸ σχῆμα αὐτῶν«, τὸ ἄσχημον σχῆμα. Ἐγὼ μὲν οὐδὲ τὰς θεραπαίνας ἀξιῶ τὰς ἐπ᾿ ἀριστερᾶς ταῖς γυναιξὶν ἢ τὰς ἑπομένας αὐταῖς αἰσχρολογεῖν ἢ αἰσχροεργεῖν, σωφρονίζεσθαι δὲ αὐτὰς πρὸς τῶν δεσποινῶν· σφόδρα γοῦν ἐπιτιμητικώτατα ὁ κωμικὸς Φιλήμων φησίν· ἐξιὼν γυναικὸς ἐξόπισθ᾿ ἐλευθέρας βλέπω μόνην θεράπαιναν κατόπιν ἀκολουθεῖν καλὴν ἐκ τοῦ Πλαταιικοῦ τε παρακολουθοῦντά τινα ταύτῃ κατιλλώπτειν. ἀναστρέφει γὰρ ἐπὶ τὴν δέσποιναν ἡ τῆς θεραπαίνης ἀκολασία, ἐπιβάθραν ἐνδιδοῦσα τοῖς πειρῶσι τὰ ἥττονα τοῦ μὴ εὐλαβεῖσθαι τὰ μείζονα, διὰ τοῦ συγγιγνώσκειν τοῖς αἰσχροῖς τὸ μὴ καταγιγνώσκειν ἐμφαινούσης τῆς δεσποίνης. τὸ δὲ μὴ ἐπαγανακτεῖν τοῖς ἀκολασταίνουσιν σαφὲς γίνεται τεκμήριον γνώμης εἰς τὸ ὅμοιον ἐκτρεπομένης. »οἵα γὰρ δέσποινα«, φασὶν οἱ παροιμιαζόμενοι, »τοιάδε χἀ κύων. «Ἀποσκορακιστέον δὲ ἡμῖν καὶ τοῦ περιπάτου τὸ μανιῶδες, τὸ δὲ σεμνὸν καὶ τὸ σχολαῖον ἐκλεκτέον, οὐ τὸ βάδισμα τὸ μελλητικόν, οὐδὲ τὸ ἐν ταῖς ὁδοῖς σαλεύειν καὶ ἐξυπτιάζοντα παραβλέπειν εἰς τοὺς ἀπαντῶντας, εἰ ἀποβλέπουσιν εἰς αὐτόν, καθάπερ ἐπὶ σκηνῆς ἐμπομπεύοντα καὶ δακτυλοδεικτούμενον. οὐδὲ ὑπὸ οἰκετῶν ἀναστρέφεσθαι χρὴ πρὸς τὸ σιμὸν ὠθουμένους, ὥσπερ τοὺς τρυφητικωτέρους ὁρῶμεν, ἐρρωμένους εἶναι δοκοῦντας, ὑπὸ μαλακίας δὲ ψυχικῆς διατεθρυμμένους. ἀνδρὸς δὲ γενναίου σημεῖον οὐδὲν εἶναι δεῖ περιφανὲς ἐν τῷ προσώπῳ μαλακίας, ἀλλ᾿ οὐδὲ ἐν ἑτέρῳ μέρει τοῦ σώματος. μὴ τοίνυν μηδὲ ἐν κινήσεσιν μηδὲ ἐν σχέσεσιν εὑρεθείη ποθ᾿ ἡ ἀσχημοσύνη τῆς ἀνανδρίας. οὐδὲ μὴν καθάπερ ὑποζυγίοις τοῖς οἰκέταις χρηστέον τῷ ὑγιαίνοντι. ὡς γάρ τοι ἐκείνοις παραγγέλλεται »παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς ὑποτάσσεσθαι«, φησὶν ὁ Πέτρος, οὕτως ἡ ἰσότης καὶ ἡ μακροθυμία καὶ ἡ φιλανθρωπία τοῖς δεσπόταις εὐάρμοστος. »τὸ γὰρ τέλος«, φησί, »πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ταπεινόφρονες« καὶ τὰ ἐπὶ τούτοις, »ἵνα εὐλογίαν κληρονομήσητε. «καλήν τινα καὶ ἀξιέραστον ὑπογράφειν ὁ Κιτιεὺς ἔοικεν Ζήνων εἰκόνα νεανίᾳ καὶ οὕτως αὐτὸν ἀνδριαντουργεῖ· »ἔστω«, φησί, »καθαρὸν τὸ πρόσωπον, ὀφρὺς μὴ καθειμένη, μηδὲ ὄμμα ἀναπεπταμένον μηδὲ διακεκλασμένον, μὴ ὕπτιος ὁ τράχηλος, μηδὲ ἀνιέμενα τὰ τοῦ σώματος μέλη, ἀλλὰ [τὰ] μετέωρα ἐντόνοις ὅμοια, ὀρθόνους πρὸς τὸν λόγον ὀξύτης, καὶ κατοκωχὴ τῶν ὀρθῶς εἰρημένων, καὶ σχηματισμοὶ καὶ κινήσεις μηδὲν ἐνδιδοῦσαι τοῖς ἀκολάστοις ἐλπίδος. αἰδὼς μὲν ἐπανθείτω καὶ ἀρρενωπία· ἀπέστω δὲ καὶ ὁ ἀπὸ τῶν μυροπωλίων καὶ χρυσοχοείων καὶ ἐριοπωλίων ἄλυς καὶ ὁ ἀπὸ τῶν ἄλλων ἐργαστηρίων, ἔνθα ἑταιρικῶς κεκοσμημένοι, ὥσπερ αἱ ἐπὶ τέγους καθεζόμεναι, διημερεύουσι. «Μὴ τοίνουν μηδὲ οἱ ἄνδρες ἐπὶ τῶν κουρείων καὶ καπηλείων διατρίβοντες ἀδολεσχούντων στωμυλευόμενοι, καὶ τὰς παριούσας θηρώμενοι γυναῖκας παυσάσθων ποτέ· πολλοὺς δὲ καὶ βλασφημοῦντες εἰς γέλωτα οὐ παύονται. κωλυτέα γε μὴν ἔτι καὶ ἡ διὰ τῶν κύβων παιδιά, πρός δὲ καὶ ἡ διὰ τῶν ἀστραγάλων μελέτη πλεονεξίας, ἣν μεταχειρίζεσθαι φιλοῦσι. τοιαῦτά τινα τῆς τρυφῆς τὸ ἀταμίευτον αὐτοῖς κακοσχολοῦσιν ἐξευρίσκει· αἰτία γὰρ ἡ ἀργία· ματαίων δέ τις ἐρᾷ τῶν ἐκτὸς τῆς ἀληθείας ὄντων· οὐ γὰρ ἔστι καὶ ἄλλως θυμηδίαν ἄνευ βλάβης κτήσασθαι· τῆς δὲ ἑκάστου τῶν ἀνθρώπων διανοίας μίμησίς ἐστιν ἡ τοῦ βίου προαίρεσις. ἀλλ᾿, ὡς ἔοικεν, μόναι αἱ μετὰ τῶν ἀγαθῶν ἀνδρῶν συναναστροφαὶ ὠφελοῦσιν. ἔμπαλιν γοῦν τὴν μετὰ τῶν φαύλων συνδιαίτησιν ἀνθρώπων ὑώδη γνωρίζων ὁ πάνσοφος διὰ Μωυσέως παιδαγωγὸς χοιρείων ἀπηγόρευσεν μεταλαμβάνειν τῷ λαῷ τῷ πρεσβυτέρῳ, ἐμφαίνων μὴ δεῖν τοὺς θεὸν ἐπιβοωμένους ἀκαθάρτοις ἀναμίγνυσθαι ἀνθρώποις, οἳ δίκην ὑῶν ἡδοναῖς σωματικαῖς καὶ δεισαλέαις τροφαῖς καὶ γαργαλισμοῖς ἀσελγέσι κνηστιῶντες πρὸς ἀφροδίτην κακόχαρτον ἡδονὴν χαίρουσιν. ἀλλ᾿ οὐδ᾿ »ἴκτινα ἢ ὠκύπτερον μαστοφαγῆ ἢ αἰετὸν« φαγεῖν φησιν, οὐκ ἐγγιεῖς, λέγων, τοῖς δι᾿ ἁρπαγῆς τὸν βίον ποριζομένοις· καὶ τὰ ἄλλα δὲ ὁμοίως ἀλληγορεῖται. τίσιν οὖν οἰκειωτέον; τοῖς δικαίοις, πάλιν ἀλληγορῶν φησιν. πᾶν γὰρ »διχηλοῦν καὶ μαρυκώμενον« καθαρόν ἐστιν, ὅτι τὸ διχηλοῦν δικαιοσύνην ἐμφαίνει τὴν ἰσοστάσιον μηρυκάζουσαν τὴν οἰκείαν δικαιοσύνης τροφήν, τὸν λόγον ἔκτοσθεν μὲν εἰσιόντα κατὰ ταὐτὰ τῇ τροφῇ διὰ κατηχήσεως, ἔνδοθεν δὲ ἀναπεμπόμενον ὥσπερ ἐκ κοιλίας τῆς διανοίας εἰς ἀνάμνησιν λογικήν. μηρυκάζει δὲ ὁ δίκαιος τὴν πνευματικὴν τροφὴν ἀνὰ στόμα ἔχων τὸν λόγον, καὶ διχηλεῖ ἡ δικαιοσύνη εἰκότως, κἀνταῦθα ἁγιάζουσα καὶ εἰς τὸν μέλλοντα παραπέμπουσα αἰῶνα. Οὐκοῦν οὐδὲ ἐπὶ τὰς θέας ὁ παιδαγωγὸς ἄξει ἡμᾶς, οὐδὲ ἀπεικότως τὰ στάδια καὶ τὰ θέατρα »καθέδραν λοιμῶν« προσείποι τις ἄν· »βουλὴ« γὰρ κἀνταῦθα πονηρὰ καθάπερ καὶ ἐπὶ τῷ δικαίῳ, διὸ καταρᾶται ὁ ἐπ᾿ αὐτῷ σύλλογος. πεπλήθασι γοῦν πολλῆς ἀταξίας καὶ παρανομίας αἱ συναγωγαὶ αὗται, καὶ αἱ προφάσεις τῆς συνηλύσεως ἀκοσμίας ἐστὶν αἰτία ἀναμὶξ ἀνδρῶν καὶ γυναικῶν συνιόντων ἐπὶ τὴν ἀλλήλων θέαν. ἐνταῦθα ἤδη περπερεύεται τὸ συνέδριον. λιχνευούσης γὰρ τῆς ὄψεως χλιαίνονται αἱ ὀρέξεις, καὶ ἰταμώτερον βλέπειν οἱ ὀφθαλμοὶ πρὸς τοὺς πλησίον ἐθιζόμενοι τῷ ἔχειν σχολὴν ἐφειμένην ἐκφλέγουσι τὰς ἐρωτικὰς ἐπιθυμίας. ἀπειρήσθων οὖν καὶ αἱ θέαι καὶ τὰ ἀκροάματα βωμολοχίας καὶ σπερμολογίας πολλῆς γέμοντα. τί μὲν γὰρ οὐκ ἐπιδείκνυνται αἰσχρὸν ἔργον ἐν θεάτροις; τί δ᾿ οὐ προφέρονται ῥῆμα ἀναίσχυντον οἱ γελωτοποιοί; οἱ δὲ ἀπολαύσαντες τῆς ἐν αὐτοῖς κακίας ἐναργεῖς οἴκοι ἀπομάσσονται τὰς εἰκόνας, ἔμπαλιν δὲ οἱ πρὸς ταῦτα ἀκήλητοι καὶ ἀπαθεῖς οὐκ ἂν περὶ τὰς ῥᾳθύμους ἡδονὰς σφαλεῖέν ποτε. εἰ γὰρ καὶ ἐν παιδιᾶς μέρει παραλαμβάνεσθαι φήσουσι τὰς θέας εἰς θυμηδίαν, οὐ σωφρονεῖνφήσαιμ᾿ ἂν τὰς πόλεις, αἷς καὶ τὸ παίζειν σπουδάζεται. οὐκέτι γὰρ παιδιαὶ αἱ φιλοδοξίαι ἀνηλεεῖς εἰς τοσοῦτον θανατῶσαι, ἀλλ᾿ οὐδὲ αἱ κενοσπουδίαι καὶ αἱ ἀλόγιστοι φιλοτιμίαι, πρὸς δὲ καὶ αἱ μάταιοι καταναλώσεις τῆς οὐσίας, οὐδὲ μὴν αἱ ἐπὶ τούτοις στάσεις ἔτι παιδιαί. τὸ δὲ ῥᾳθυμεῖν οὐδέποτε ὠνητέον κενοσπουδίᾳ. οὐ γὰρ πρὸ τοῦ βελτίονος ἕλοιτο ἄν ποτε ὁ νοῦν ἔχων τὸ ἥδιον. ἀλλ᾿ οὐ πάντες, φησί, φιλοσοφοῦμεν. μή τι οὖν οὐδὲ πάντες τὴν ζωὴν μετερχόμεθα; τί σὺ λέγεις; πῶς οὖν πεπίστευκας; πῶς δὲ ἔτι ἀγαπᾷς τὸν θεὸν καὶ τὸν πλησίον σου μὴ φιλοσοφῶν; πῶς δὲ σεαυτὸν ἀγαπᾷς, εἰ μὴ φιλοζωεῖς; γράμματα, φησίν, οὐκ ἔμαθον. ἀλλ᾿ εἰ μὴ τὸ ἀναγιγνώσκειν ἔμαθες, τὸ ἀκούειν ἀναπολόγητον, ὅτι μὴ διδακτόν· πίστις δὲ οὐ σοφῶν τῶν κατὰ κόσμον, ἀλλὰ τῶν κατὰ θεόν ἐστιν τὸ κτῆμα· ἣ δὲ καὶ ἄνευ γραμμάτων ἐκπαιδεύεται, καὶ τὸ σύγγραμμα αὐτῆς τὸ ἰδιωτικὸν ἅμα καὶ θεῖον ἀγάπη κέκληται, σύνταγμα πνευματικόν. ἐξὸν δὲ ἀκροᾶσθαι μὲν σοφίας θεϊκῆς, ἀλλὰ καὶ πολιτεύσασθαι ἐξόν, ἀλλὰ καὶ τὰ ἐν κόσμῳ κοσμίως κατὰ θεὸν ἀγαγεῖν οὐ κεκώλυται. Καὶ ὁ πωλῶν τι ἢ ὠνούμενος μή ποτε εἴπῃ δύο τιμάς, ὧν ἂν ἢ ὠνῆται ἢ πιπράσκῃ, ἁπλῆν δὲ εἰπὼν καὶ ἀληθεύειν μελετῶν, ἂν μὴ τυγχάνῃ ταύτης, τυγχάνων τῆς ἀληθείας πλουτεῖ τῇ διαθέσει τῇ ὀρθῇ. ἔπαινος δὲ ὅρκος τε περὶ παντὸς τοῦ πωλουμένου ἀπέστω, ἀπέστω δὲ καὶ ἐπὶ τῶν ἄλλων ὁ ὅρκος. καὶ ταύτῃ φιλοσοφούντων οἱ ἀγοραῖοι καὶ οἱ κάπηλοι· »οὐ γὰρ λήψῃ τὸ ὄνομα κυρίου ἐπὶ ματαίῳ, οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. «τοὺς δὲ παρὰ ταῦτα πράττοντας, τοὺς φιλαργύρους, τοὺς ψεύστας, τοὺς ὑποκριτάς, τοὺς καπηλεύοντας τὴν ἀλήθειαν, τῆς πατρῴας ἐξέβαλεν αὐλῆς ὁ κύριος, μὴ βουλόμενος ἀδίκου ἐμπορίας ἢ λόγων ἢ τῶν ἐξ ὕλης κτημάτων οἶκον εἶναι τὸν οἶκον τοῦ θεοῦ τὸν ἅγιον. Ἐπὶ δὲ τὴν ἐκκλησίαν ἀκτέον τὴν γυναῖκα καὶ τὸν ἄνδρα ἐστολισμένους κοσμίως, ἀπλάστῳ βαδίσματι, ἐχεμυθίαν ἀσπαζομένους, »ἀγάπην ἀνυπόκριτον« κεκτημένους, ἁγνοὺς τὰ σώματα, ἁγνοὺς τὰς καρδίας, ἐπιτηδείους προσεύξασθαι τῷ θεῷ. πλεῖον τοῦτο ἐχέτω ἡ γυνή· κεκαλύφθω τὰ πάντα, πλὴν εἰ μὴ οἴκοι τύχοι· σεμνὸν γὰρ τὸ σχῆμα καὶ ἀκατάσκοπον· καὶ οὔποτε αὐτὴ σφαλήσεται πρὸ τῶν ὀμμάτων τὴν αἰδῶ καὶ τὴν ἀμπεχόνην θεμένη οὐδὲ ἄλλον εἰς ὄλισθον ἁμαρτίας ἐκκαλέσεται τὸ πρόσωπον ἀπογυμνουμένη. τοῦτο γὰρ ὁ λόγος βούλεται, ἐπεὶ πρέπον αὐτῇ ἐγκεκαλυμμένῃ προσεύχεσθαι. τὴν δὲ Αἰνεία γυναῖκά φασι δι᾿ ὑπερβολὴν σεμνότητος μηδὲ τῆς Τροίας ἁλισκομένης περιδεᾶ γενομένην ἀποκαλύψασθαι, ἀλλὰ καίτοι φεύγουσαν ἐκ τῆς ἐκπυρώσεως μεῖναι συγκεκαλυμμένην. τοιούτους δὲ ἐχρῆν παρ᾿ ὅλον τὸν βίον φαίνεσθαι καὶ διαπλάττεσθαι τοὺς Χριστῷ τελουμένους οἵους σφᾶς ἐν ἐκκλησίαις ἐπὶ τὸ σεμνότερον σχηματίζουσιν, καὶ εἶναι, μὴ δοκεῖν εἶναι, τοιούτους, οὕτως πραεῖς, οὕτως εὐλαβεῖς, ἀγαπητικοὺς οὕτως· νυνὶ δὲ οὐκ οἶδ᾿ ὅπως συμμεταβάλλονται τοῖς τόποις καὶ τὰ σχήματα καὶ τοὺς τρόπους, καθάπερ καὶ τοὺς πολύποδας ταῖς πέτραις φασὶν ἐξομοιουμένους, αἷς ἄν προσομιλῶσιν, τοιούτους φαίνεσθαι καὶ τὴν χροιάν. τὸ γοῦν τῆς συναγωγῆς ἔνθεον μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν ἀποθέμενοι τοῖς πολλοῖς ἐξομοιοῦνται, μεθ᾿ ὧν καὶ διαιτῶνται· μᾶλλον δὲ ἐλέγχονται, τὴν ἐπίπλαστον ἀποθέμενοι τῆς σεμνότητος ὑπόκρισιν, οἷοι ὄντες ἐλελήθεσαν· καὶ τὸν περὶ θεοῦ λόγον σεβασάμενοι καταλελοίπασιν ἔνδον οὗ ἤκουσαν, ἔξωθεν δὲ ἄρα μετὰ τῶν ἀθέων ἀλύουσι, κρουμάτων καὶ τερετισμάτων ἐρωτικῶν αὐλῳδίας τε καὶ κρότου καὶ μέθης καὶ παντὸς ἀναπιμπλάμενοι συρφετοῦ· τοῦτο δὴ ᾄδοντες καὶ ἀντᾴδοντες αὐτοὶ οἱ πρόσθεν ἐξυμνοῦντες ἀθανασίαν, ἐπὶ τέλει τὴν ἐξωλεστάτην κακοὶ κακῶς ψάλλοντες παλινῳδίαν· »φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. «οἳ δὲ οὐκ αὔριον ἀληθῶς, ἀλλ᾿ ἤδη τεθνήκασι τῷ θεῷ, θάπτοντες τοὺς σφετέρους νεκρούς, τουτέστιν αὑτοὺς εἰς θάνατον κατορύττοντες. ἀντιτάσσεται δὲ αὐτοῖς εὖ μάλα ἐρρωμένως ὁ ἀπόστολος· »μὴ πλανᾶσθε· οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε κλέπται οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι,« καὶ ὅσα ἄλλα τούτοις ἐπᾴδει, »βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. «εἰ δὲ καὶ εἰς βασιλείαν θεοῦ κεκλήμεθα, ἀξίως τῆς βασιλείας πολιτευώμεθα θεὸν ἀγαπῶντες καὶ τὸν πλησίον. ἀγάπη δὲ οὐκ ἐν φιλήματι, ἀλλ᾿ ἐν εὐνοίᾳ κρίνεται. οἳ δὲ οὐδὲν ἀλλ᾿ ἢ φιλήματι καταψοφοῦσι τὰς ἐκκλησίας, τὸ φιλοῦν ἔνδον οὐκ ἔχοντες αὐτό. καὶ γὰρ δὴ καὶ τοῦτο ἐκπέπληκεν ὑπονοίας αἰσχρᾶς καὶ βλασφημίας τὸ ἀνέδην χρῆσθαι τῷ φιλήματι, ὅπερ ἐχρῆν εἶναι μυστικόν (»ἅγιον« αὐτὸ κέκληκεν ὁ ἀπόστολος), †ἀπογευομένης [ἀξίως τῆς βασιλείας πολιτευώμεθα] τῆς ψυχῆς τὴν εὔνοιαν διὰ στόματος σώφρονος καὶ μεμυκότος, δι᾿ οὗ μάλιστα διακονεῖται τρόπος ἥμερος. ἔστι δὲ καὶ ἄλλο ἄναγνον φίλημα, πλῆρες ἰοῦ, ἁγιωσύνην ὑποκρινόμενον. ἦ οὐκ ἴστε ὅτι καὶ τὰ φαλάγγια προσαπτόμενα μόνον τῷ στόματι ὀδύναις ἐπιτρίβει τοὺς ἀνθρώπους, φιλήματα δὲ πολλάκις ἐνίησιν ἰὸν ἀκολασίας; σαφὲς τοίνυν ἡμῖν γεγένηται ὡς οὐκ ἔστιν ἀγάπη τὸ φίλημα· »ἡ γὰρ ἀγάπη τοῦ θεοῦ ἐστίν. «»αὕτη δέ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ,« φησὶν Ἰωάννης, »ἵνα τὰς ἐντολὰς τηρήσωμεν,« οὐχ ἵνα σαίνωμεν ἀλλήλους ἐν τῷ στόματι, »καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν. «ἀλλὰ μὴν καὶ οἱ κατὰ τὰς ὁδοὺς τῶν ἀγαπητῶν ἀσπασμοὶ παρρησίας ἀνοήτου γέμοντες καταφανῶν τοῖς ἐκτὸς εἶναι βουλομένων οὐδὲ ἐλαχίστης μετέχουσι χάριτος. εἰ γὰρ »ἐν τῷ ταμιείῳ« μυστικῶς »προσεύχεσθαι« τῷ θεῷ δίκαιον, ἑπόμενον ἂν εἴη καὶ »τὸν πλησίον«, ὃν δεύτερον ἀγαπᾶν κελευόμεθα, ὁμοίως τῷ θεῷ καὶ μυστικῶς φιλοφρονεῖσθαι ἔνδοθεν ἐξαγοραζομένους τὸν καιρόν· τὸ γὰρ »ἅλας τῆς γῆς« ἡμεῖς, »ὃς δ᾿ ἂν εὐλογῇ«, φησί, »φίλον τὸ πρωΐ μεγάλῃ τῇ φωνῇ, καταρωμένου οὐδὲν διαφέρειν δόξει. «Δοκεῖ δὲ ὑπὲρ πάντα τῆς τῶν γυναικῶν ὄψεως ἀπεστράφθαι. οὐ γὰρ ἁψαμένους μόνον, ἀλλὰ καὶ θεασαμένους ἔστιν ἁμαρτεῖν, ὃ μάλιστα ἀποφεύγειν χρὴ τὸν γνησίως παιδαγωγούμενον. »οἱ ὀφθαλμοὶ γάρ σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρα νευέτω δίκαια· «μὴ γὰρ οὐκ ἐξὸν καὶ ἰδόντα καρτερεῖν; ἀλλὰ τὸ ἐμπεσεῖν φυλακτέον. δυνατὸν γὰρ ἰδόντα ὀλισθεῖν, ἀμήχανον δὲ μὴ ἰδόντα ἐπιθυμεῖν. οὐ γὰρ τὸ καθαρεύειν μόνον ἀπόχρη τοῖς σώφροσιν, ἀλλὰ καὶ τὸ ἐκτὸς εἶναι τοῦ ψόγου σπουδαστέον πᾶσαν ἀποκλείσαντας ὑπονοίας αἰτίαν πρὸς συγκεφαλαίωσιν ἁγνείας, ὡς μὴ μόνον εἶναι ἡμᾶς πιστούς, ἀλλὰ καὶ ἀξιοπίστους φανῆναι. καὶ γὰρ οὖν καὶ τοῦτο παραφυλακτέον, ὥς φησιν ὁ ἀπόστολος, »μή τις ἡμᾶς μωμήσηται· προνοούμενοι γὰρ καλὰ οὐ μόνον ἐνώπιον κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. «»ἀπόστρεψον δὲ τὸν ὀφθαλμὸν ἀπὸ γυναικὸς κεχαριτωμένης, καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον,« φησὶν ἡ γραφή. κἂν πύθῃ τὴν αἰτίαν, προσεπεξηγήσεταί σοι· »ἐν γὰρ κάλλει γυναικὸς πολλοὶ ἀπεπλανήθησαν, καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται,« εἰς πῦρ ἄγουσα ἀκατάπαυστον διὰ τὴν ἁμαρτίαν ἡ ἐκ πυρὸς ὁρμωμένη φιλία, ἣν ἔρωτα κεκλήκασιν.