Ancient Greek
Book 3
Clement of Alexandria, Paedagogus 3.Ὅτι καὶ γυμνάσια ἐγκριτέον τοῖς κατὰ λόγον βιοῦσιν..1
Not analysed yet
Μειρακίοις δὲ γυμνάσιον ἀπόχρη, κἂν βαλανεῖον παρῇ· καὶ γὰρ καὶ ταῦτα τοῖς ἀνδράσι παντὸς μᾶλλον πρὸ τῶν λουτρῶν ἐγκρῖναι οὐ φαῦλον ἴσως, ἔχοντά τι χρήσιμον τοῖς νέοις πρὸς ὑγίειαν, σπουδήν τε καὶ φιλοτιμίαν ἐντιθέντα οὐχὶ εὐεξίας μόνον, ἀλλὰ καὶ εὐψυχίας ἐπιμελεῖσθαι· ὃ δὴ γινόμενον ἄνευ τοῦ τῶν κρειττόνων ἔργων ἀποσπᾶσθαι χαρίεν καὶ οὐκ ἀλυσιτελές. οὐδὲ ἐνταῦθα ὑπεξαιρετέον τῆς κατὰ τὸ σῶμα διαπονήσεως τὰς γυναῖκας, ἀλλ᾿ οὐκ ἐπὶ πάλην καὶ δρόμους παρακλητέον αὐτάς, ταλασιουργίᾳ δὲ γυμναστέον καὶ ἱστουργίᾳ καὶ τῷ παραστῆναι τῇ πεττούσῃ, εἰ δέοι. ἔτι δὲ αὐτουργικῶς προκομίζειν χρὴ ἐκ τοῦ ταμιείου τὰς γυναῖκας ὧν δεοίμεθα, καὶ τῷ μύλῳ προσελθεῖν οὐκ αἰσχρὸν αὐταῖς· οὐδὲ μὴν περὶ τοὔψον ἀσχολεῖσθαι, ὅπως θυμῆρες ᾖ τἀνδρί, ὄνειδος οἰκουρῷ γαμετῇ καὶ βοηθῷ. εἰ δὲ καὶ στρωμνὴν ἀνατινάξαι δι᾿ αὑτῆς καὶ ποτὸν ὀρέξαι διψῶντι τῷ γεγαμηκότι καὶ ὄψον παραθείη, εὐσχημονέστατα μεντἂν καὶ εἰς σώφρονα ὑγίειαν γυμνασθείη· τὴν τοιαύτην γυναῖκα ὁ παιδαγωγὸς ἀποδέχεται, ἣ »τοὺς πήχεις ἐκτενεῖ εἰς τὰ χρήσιμα, τὰς χεῖρας δὲ αὐτῆς ἐρείδεται εἰς ἄτρακτον· χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι, καρπὸν δὲ ἐξέτεινεν πτωχῷ«, τὴν καλλίστην διακονίαν οὐκ ἐπῃσχύνθη ζηλώσασα Σάρραν, ὑπουργῆσαι τοῖς ὁδοιπόροις. εἶπεν γὰρ αὐτῇ Ἀβραάμ· »σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας. «»Ῥαχὴλ δὲ ἡ θυγάτηρ Λάβαν ἤρχετο«, φησί, »μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς. «καὶ οὐκ ἤρκει ταῦτα, ἀλλὰ τὴν ἀτυφίαν ἐκδιδάσκων προσεπήγαγεν· »αὕτη γὰρ ἔβοσκεν τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς. «καὶ μυρία ὅσα αἱ γραφαὶ ὀρέγουσιν εὐτελείας ἅμα καὶ αὐτουργίας, πρὸς δὲ καὶ γυμνασίων ὑποδείγματα. ἀνδρῶν δὲ οἳ μὲν γυμνοὶ καὶ πάλης μετεχόντων, οἳ δὲ καὶ σφαίρῃ τῇ μικρᾷ παιζόντων τὴν φαινίνδα παιδιὰν ἐν ἡλίῳ μάλιστα· ἄλλοις ὁ περίπατος αὐτάρκης ἀγρόνδε βαδίζουσιν ἢ εἰς ἄστυ κατιοῦσιν. εἰ δὲ καὶ σκαπάνης ἅψαιντο, οὐκ ἀγεννὲς τοῦτο παρεμπόρευμα οἰκονομικὸν γυμνασίου γεωργικοῦ. ἀλλὰ γὰρ μικροῦ δεῖν ἔλαθέν με [εἰπεῖν] ὁ Πιττακὸς ἐκεῖνος, ὅτι ἤληθεν ὁ Μιτυληναίων βασιλεὺς ἐνεργῷ γυμνασίῳ χρώμενος. καλὸν δὲ καὶ ὕδωρ ἀνιμῆσαι δι᾿ αὑτοῦ καὶ ξύλα διατεμεῖν, οἷς αὐτὸς χρήσεται. »Ἰακὼβ δὲ ἐποίμαινεν τὰ πρόβατα Λάβαν τὰ ὑπολειφθέντα«, σημεῖον ἔχων βασιλικὸν »ῥάβδον στυρακίνην«, ἐναλλάττειν μελετῶν διὰ τοῦ ξύλου ἐπὶ τὸ βέλτιον τὴν φύσιν. πολλοῖς δὲ ἔσθ᾿ ὅτε καὶ τὸ γεγωνὸς τῆς ἀναγνώσεως γυμνάσιόν ἐστιν. καὶ δὴ τά γε [καὶ] κατὰ πάλην, ἣν ἐνεκρίναμεν, μὴ φιλονεικίας ἀχρήστου παραλαμβανέσθω χάριν, εἰς δὲ ἱδρώτων ἀνδρωδῶν ἐκκρίσεις· καὶ οὔτι γε τὸ ἔντεχνον διαπονητέον, τὸ ἐπιδεικτικὸν αὐτῆς, τὰ δὲ ἀπὸ ὀρθῆς πάλης, ἀπ᾿ αὐχένων καὶ χειρῶν καὶ πλευρῶν ἐξειλήσεως· κοσμιωδεστέρα γὰρ καὶ ἀνδρωδεστέρα μετ᾿ εὐσχήμονος ῥώμης ἡ τοιαύτη διαπόνησις ὑγείας ἕνεκεν εὐχρήστου καὶ ὀνησιφόρου παραλαμβανομένη, οἱ δὲ ἄλλοι πόνοι γυμναστικῆς οὐκ ἐλευθέρων στάσεων μελέτην καταγγέλλοντες. πανταχοῦ δὲ τοῦ μέτρου στοχαστέον. ὡς γὰρ πόνους σιτίων ἡγεῖσθαι ἄριστον, οὕτως τὸ ὑπὲρ τὸ μέτρον πονεῖν καὶ κάκιστον καὶ κοπῶδες καὶ νοσοποιόν. οὔτ᾿ οὖν παντάπασιν ἀργὸν εἶναι χρὴ οὐδὲ μὴν παντελῶς ἐπίπονον. καθάπερ γὰρ ἐπὶ τῆς τροφῆς διεξεληλύθαμεν, παραπλησίως ἐν πᾶσι καὶ πανταχοῦ οὐ πρὸς ἡδυπάθειαν τετράφθαι καὶ ἀκόλαστον χρὴ δίαιταν οὐδ᾿ αὖ πρὸς τὴν ἐναντίαν τὴν ἄκρατον, ἀλλὰ τὴν μεταξὺ τούτων τὴν ἐμμελῆ τε καὶ σώφρονα καὶ καθαρὰν ἑκατέρας κακίας, τρυφῆς τε καὶ φειδωλίας. ἤδη δέ, ὡς καὶ πρόσθεν εἰρήκαμεν, ἄτυφον ἡ αὐτουργία γυμνάσιον καὶ τὸ ὑποδήσασθαί τινα αὐτὸν αὑτῷ καὶ τὸ ἀπονίψασθαι τὼ πόδε, πρὸς δὲ καὶ τὸ ἀληλιμμένον λίπα ἀνατρῖψαι αὑτόν· τὸ δὲ καὶ τὴν ἀμοιβὴν τὴν ἴσην ἀνταποδοῦναι τῷ τρίψαντι ἐναλλὰξ καὶ τοῦτο δικαιοσύνης ἐστὶ κοινωνικῆς τὸ γυμνάσιον καὶ παραδαρθεῖν φίλῳ νοσοῦντι καὶ ὑπουργῆσαι μὴ δυναμένῳ καὶ παραθεῖναι δεομένῳ. »καὶ παρέθηκεν αὐτοῖς«, φησίν, »Ἀβραὰμ τοῖς τρισὶν ἄριστον ὑπὸ τὸ δένδρον καὶ παρέστη ἐσθίουσιν αὐτοῖς. «καὶ ἡ ἁλεία, ὡς τῷ Πέτρῳ, εἰ σχολὴν ἀπὸ τῶν ἀναγκαίων τῶν ἐν λόγῳ μαθημάτων ἄγοιμεν. αὕτη δὲ βελτίων ἡ ἄγρα, ἣν ἐχαρίσατο ὁ κύριος τῷ μαθητῇ, καθάπερ ἰχθῦς δι᾿ ὕδατος ἀνθρώπους ἁλιεύειν διδάξας.