Ancient Greek
Book 3
Clement of Alexandria, Paedagogus 3.Ὅτι αἱ εἰκόνες καὶ τὰ ὑποδείγματα μέγιστον μέρος τῆς ὀρθῆς εἰσι διδασκαλίας..1
Not analysed yet
Εἰ δέ τις ὑμῶν φεύξεται διὰ τέλους τρυφὴν εὐτελείᾳ τιθηνούμενος, μελετήσει ῥᾷον τοὺς ἀκουσίους ὑπομένειν πόνους, τὰς ἑκουσίους θλίψεις γυμνάσματα συνεχῶς ποιούμενος διωγμῶν, ὁπόταν εἰς ἀναγκαίους ἔλθῃ πόνους καὶ φόβους καὶ λύπας, οὐκ ἀμελέτητος ὢν καρτερεῖν. διὰ τοῦτό τοι πατρίδα ἐπὶ γῆς οὐκ ἔχομεν, ὡς ἂν καταφρονοῖμεν τῶν ἐπιγείων κτημάτων. πλουσιωτάτη δὲ ἡ εὐτέλεια ἕξις οὖσα ἀνελλιπὴς ἐν δαπάναις ταῖς εἰς ἃ χρὴ καὶ ἐφ᾿ ὅσον χρὴ τελεῖσθαι προσηκούσαις· τέλη γὰρ τὰ δαπανήματα. ὅπως μὲν οὖν συμβιωτέον ἀνδρὶ τὴν γυναῖκα καὶ περὶ αὐτουργίας καὶ οἰκουρίας καὶ οἰκετῶν χρήσεως, πρὸς δὲ καὶ τῆς ὥρας τοῦ γάμου καὶ τῶν ὅσα γυναιξὶν ἁρμόζει, ἐν τῷ γαμικῷ διέξιμεν λόγῳ· ἃ δὲ ἁρμόδια πρὸς παιδαγωγίαν, ταῦτα ἡμῖν νῦν παραθετέα μόνα ἐν ὑπογραφῆς μέρει παρασημειουμένοις Χριστιανῶν τὸν βίον. καὶ δὴ τὰ μὲν πλεῖστα ἤδη λέλεκται καὶ πεπαιδαγώγηται, ὅ δὲ ἔτι λοιπόν, ὑποθησόμεθα· οὐ γὰρ μικρὰ ῥοπὴ εἰς σωτηρίαν τὰ ὑποδείγματα. ὅρα· φησὶν ἡ τραγῳδία, Ὀδυσσέως ἄλοχον οὐ κατέκτανε Τηλέμαχος· οὐ γὰρ ἐπεγάμει πόσει πόσιν, μένει δὲ ἐν οἴκοις ὑγιὲς εὐναστήριον. ὀνειδίζων τις μοιχείαν ἀσελγῆ καλὴν εἰκόνα σωφροσύνης ἐδείκνυεν φιλανδρίαν· τοὺς δὲ Εἵλωτας [οἰκέτας] (οἰκετῶν ὄνομά εἰσιν οἱ Εἵλωτες) οἱ Λακεδαιμόνιοι μεθύειν ἀναγκάζοντες ἐδείκνυον σφίσιν αὐτοῖς τῆς μέθης τὰ ἔργα σωφρονοῦσιν ἐν θεραπείας καὶ διορθώσεως μέρει. παραφυλάττοντες δ᾿ οὖν τὴν ἐκείνων ἀσχημοσύνην, ὡς μὴ περιπέσοιεν αὐτοὶ ταῖς ὁμοίαις καταγνώσεσιν, ἐπαιδεύοντο τῷ ἐπονειδίστῳ τῶν μεθυόντων εἰς τὸ ἑαυτῶν ἀναμάρτητον ὠφελούμενοι. τῶν γὰρ ἀνθρώπων οἳ μὲν διδαχθέντες ἐσώθησαν, οἳ δὲ αὐτοδιδάκτως· ἢ ἐζήλωσαν ἢ ἐζήτησαν ἀρετήν. κεῖνος μὲν πανάριστος, ὃς αὑτῷ πάντα νοήσῃ· οὗτός ἐστιν Ἀβραὰμ ὁ ζητήσας τὸν θεόν· ἐσθλὸς δ᾿ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται· οὗτοί εἰσιν οἱ μαθηταὶ οἱ πεισθέντες τῷ λόγῳ· διὰ τοῦτο ὃ μὲν ἤκουσεν φίλος, οἳ δὲ ἀπόστολοι, ἕνα καὶ τὸν αὐτὸν θεὸν ὃ μὲν πολυπραγμονῶν, οἳ δὲ κηρύσσοντες, ἐσθλοὶ δὲ ἄμφω· ἀμφοῖν δὲ τούτοιν οἱ ἀκροαταί, ὃ μὲν ὠφελούμενος διὰ τὴν ζήτησιν, ὃ δὲ σῳζόμενος διὰ τὴν εὕρεσιν. ὃς δέ κε μήτ᾿ αὐτὸς νοέῃ μήτ᾿ ἄλλου ἀκούων ἐν θυμῷ βάλληται, ὃ δ᾿ αὖτ᾿ ἀχρήιος ἀνήρ. [λαὸς ἄλλος ἐστὶν ἐθνικός, ἀχρεῖος·] οὗτος ὁ λαὸς ὁ μὴ Χριστῷ ἑπόμενος· πολυτρόπως δὲ ὅμως ὠφελῶν ὁ παιδαγωγὸς ὁ φιλάνθρωπος τὰ μὲν παρῄνεσεν, τὰ δὲ καὶ ὠνείδισεν, τὸ δὲ καὶ ἄλλων ἁμαρτανόντων τὸ αἶσχος αὐτῶν ὑπέδειξεν ἡμῖν καὶ τὴν ἐπὶ τούτῳ τιμωρίαν ψυχαγωγῶν τε ἅμα καὶ νουθετῶν ἐφανέρωσε, φιλάνθρωπον ἀποτροπὴν τῆς κακίας μηχανώμενος διὰ τῆς τῶν προπεπονθότων ἐνδείξεως· δι᾿ ὧν εἰκόνων σαφέστατα τοὺς μὲν ἔπαυσεν κακῶς διατεθέντας, τοὺς δὲ τὰ ἴσα τολμῶντας ἐκώλυσεν, ἄλλους εἰς ὑπομονὴν ἐθεμελίωσεν, ἑτέρους ἔπαυσε κακίας, τοὺς δὲ καὶ ἰάσατο τῇ τοῦ ὁμοίου θεωρίᾳ μεταθεμένους ἐπὶ τὸ βέλτιον. τίς γὰρ οὐκ ἄν [τι] παραφυλάξαιτο, ἑπόμενός τῳ καθ᾿ ὁδόν, εἶτα μέντοι τοῦ προτέρου εἰς βόθρον ἐμπεσόντος, μὴ οὐχὶ ἀποκλῖναι τὸν ἴσον κίνδυνον, τὴν ἀκολουθίαν τῆς ἁμαρτίας φυλαξάμενος; τίς δὲ αὖθις ἀσκητὴς ὤν, καταμαθὼν τῆς φιλοδοξίας τὴν ὁδὸν καὶ τὸ ἔπαθλον ἰδὼν τὸν πρὸ αὑτοῦ ἀγωνιστὴν εἰληφότα, οὐκ ἐπὶ τὸν στέφανον ἵεται καὶ αὐτός, μιμούμενος τὸν πρεσβύτερον; πολλαὶ τοιαῦται τῆς θεϊκῆς σοφίας αἱ εἰκόνες· ἑνὸς δὲ ὑποδείγματος μνησθήσομαι καὶ διὰ βραχέων παραθήσομαι· τὸ Σοδομιτῶν πάθος κρίσις μὲν ἀδικήσασι, παιδαγωγία δὲ ἀκούσασιν. οἱ Σοδομῖται ὑπὸ πολλῆς τρυφῆς ἐξοκείλαντες εἰς ἀσέλγειαν, μοιχεύοντες μὲν ἀδεῶς, περὶ τὰ παιδικὰ ἐκμανῶς ἐπτοημένοι, ἐπεῖδεν αὐτοὺς ὁ παντεπόπτης λόγος, ὃν οὐκ ἔστι λαθεῖν ἀνόσια δρῶντας, οὐδὲ ἐπηρέμησεν τῇ ἀσελγείᾳ αὐτῶν ὁ ἄγρυπνος τῆς ἀνθρωπότητος φύλαξ· ἀποτρέπων δὲ ἡμᾶς τῆς μιμήσεως τῆς ἐκείνων, πρὸς σωφροσύνην τὴν αὑτοῦ παιδαγωγῶν, τίσιν τοῖς ἁμαρτωλοῖς ἐπιβαλών, ὡς μὴ τὸ ἀτιμώρητον τῆς ἀκολασίας ἀδείας ἐπιρροὴν προσλάβῃ, καταφλεχθῆναι προσέταξε τὰ Σόδομα, ὀλίγον τι τοῦ φρονίμου πυρὸς ἐκείνου ἐπὶ τὴν ἀκολασίαν ἐκχέων, ὡς μὴ ἀκόλαστον αὐτῶν τὸ λάγνον γενόμενον πλατείας ἀναπετάσῃ κλισιάδας τοῖς εἰς ἡδυπάθειαν φερομένοις. γέγονεν τοίνυν ἡ Σοδομιτῶν δικαία τιμωρία τῆς εὐλογίστου τοῖς ἀνθρώποις σωτηρίας εἰκών· οἱ γὰρ μὴ τὰ ὅμοια τοῖς κεκολασμένοις ἁμαρτήσαντες οὐ τὴν ὁμοίαν ποτὲ τοῖς ἁμαρτωλοῖς ὑπόσχοιεν ἂν δίκην τῷ μὴ ἁμαρτεῖν τὸ μὴ παθεῖν πεφυλαγμένοι. »εἰδέναι γὰρ ὑμᾶς«, φησὶν ὁ Ἰούδας, »βούλομαι, ὅτι ὁ θεὸς ἅπαξ ἐκ γῆς Αἰγύπτου λαὸν σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν, ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀιδίοις ὑπὸ ζόφον ἀγρίων ἀγγέλων τετήρηκεν. «καὶ κατὰ μικρὸν διδασκαλικώτατα ἐκτίθεται τὰς εἰκόνας τῶν κρινομένων· »οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάιν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο. «τοὺς γὰρ μὴ δυναμένους ἐξουσίαν υἱοθεσίας φέρειν ὁ φόβος μὴ ἐξυβρίζειν διατηρεῖ. διὰ τοῦτο γὰρ αἱ κολάσεις καὶ αἱ ἀπειλαί, ἵνα δείσαντες τὰς δίκας τοῦ ἁμαρτάνειν ἀποσχώμεθα. ἔχω σοι φιλοκοσμίας κολάσεις διηγήσασθαι καὶ φιλοδοξίας τιμωρίας, οὐκ ἀκρασίας μόνον, πρὸς δὲ καὶ τὰς ἐπὶ πλούτῳ κακόφρονας παραθέσθαι βλασφημίας, ἐν αἷς διὰ τοῦ φοβεῖν ὁ λόγος ἀνείργει τῶν ἀδικημάτων. ἀλλὰ γὰρ φειδόμενος τοῦ μήκους τοῦ συντάγματος τὰς ἑξῆς τοῦ παιδαγωγοῦ προσάγω σοι ἐντολάς, ἵνα δὴ φυλάξῃ τὰς ἀπειλάς.