Ancient Greek
Book 3
Clement of Alexandria, Paedagogus 3.Τίνος ἕνεκεν τὸ λουτρὸν παραληπτέον.
Not analysed yet
Βαλανείου τοίνυν (ἐντεῦθεν γὰρ ἀπετράπην λέγων) τέσσαρές εἰσιν αἰτίαι, καθ᾿ ἃς ἐπ᾿ αὐτὸ παραγινόμεθα· ἢ γὰρ καθαριότητος ἕνεκα ἢ ἀλέας ἢ ὑγιείας ἢ τελευταῖον ἡδονῆς. ἡδονῆς μὲν οὖν ἕνεκα λοῦσθαι παραπεμπτέον· ἄρδην γὰρ τὴν ἀναίσχυντον ἡδονὴν ἐκκοπτέον. παραληπτέον δὲ τὸ λουτρὸν ταῖς μὲν γυναιξὶ καθαριότητος ἕνεκεν καὶ ὑγιείας, ὑγείας δὲ μόνης ἀνδράσι. περιττὸν δὲ τὸ τῆς ἀλέας ἐξὸν [δὲ] καὶ ἄλλως παραμυθεῖσθαι τὸ κατεσκληκὸς ὑπὸ κρύους. αἱ δὲ τοῦ βαλανείου συνεχεῖς χρήσεις καθαιροῦσι τὰς δυνάμεις καὶ τοὺς φυσικοὺς χαλῶσι τόνους, πολλάκις δὲ ἐκλύσεις ἄγουσι καὶ λειποθυμίας. τρόπον γάρ τινα πίνει τὰ σώματα, ὥσπερ τὰ δένδρα, οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τῇ δι᾿ ὅλου τοῦ σώματος κατὰ τὸ λουτρόν, ὥς φασι, ποροποιίᾳ. τεκμήριον τούτου· διψήσαντες πολλάκις ἔπειτα ἐμβάντες εἰς τὰ ὕδατα τὴν δίψαν ἠκέσαντο. οὔκουν εἰ πρός τι ὠφελεῖ τὸ λουτρόν, ἤδη σφᾶς ἐκλυτέον αὐτῷ· ἀνθρωπογναφεῖα ἐκάλουν αὐτὰ οἱ παλαιοί, ἐπεὶ θᾶττον ἢ προσῆκεν ῥακοῖ τὰ σώματα καὶ προγηράσκειν ἀναγκάζει καθέψοντα κατὰ τὰ αὐτὰ τῷ σιδήρῳ μαλασσομένης τῇ θερμότητι τῆς σαρκός· ἐντεῦθεν οἱονεὶ τῆς βαφῆς καὶ τῆς στομώσεως τοῦ ψυχροῦ δεόμεθα. οὐδὲ μὴν ἑκάστοτε λουτέον, ἀλλ᾿ εἴτε λίαν τις εἴη κενὸς ἢ αὖ πλήρης ἄγαν, παραιτητέον τὸ βαλανεῖον· ναὶ μὴν κατὰ τὴν τοῦ σώματος ἡλικίαν καὶ τοῦ ἔτους τὴν ὥραν· οὐ γὰρ πάντας [ἀεὶ] οὐδὲ ἀεὶ ὀνίνησιν, ὡς οἱ περὶ ταῦτα σοφοὶ ὁμολογοῦσιν. ἡμῖν δὲ ἀπόχρη ἡ συμμετρία, ἣν πανταχοῦ βοηθὸν ἐπικαλούμεθα τῷ βίῳ· οὐδὲ γὰρ τοσοῦτον ἐνδιατριπτέον τῷ βαλανείῳ ὡς δεῖσθαι χειραγωγοῦ, οὐδὲ συνεχῶς καὶ πολλάκιςτῆς ἡμέρας λούεσθαι καθάπερ εἰς ἀγορὰν θαμίζοντας. ἀλλὰ καὶ τὸ ὑπὸ πλειόνων οἰκετῶν καταιονεῖσθαι ἐξυβρίζειν ἐστὶν εἰς τοὺς πλησίον, πλεονεκτούντων τῇ τρυφῇ καὶ συνιέναι μὴ ἐθελόντων, ὡς κοινὸν ἐπ᾿ ἴσης εἶναι τῶν λουομένων τὸ βαλανεῖον δεῖν. λούειν δὲ δεῖ μάλιστα μὲν τὴν ψυχὴν καθαρσίῳ λόγῳ, καὶ τὸ σῶμα δὲ ἔσθ᾿ ὅτε διὰ τὴν ἄσιν τὴν ἐπιφυομένην αὐτῷ, οὐ μὴν ἀλλ᾿ ἔσθ᾿ ὅτε καὶ ὑπεκλύειν τοὺς καμάτους. »οὐαὶ γὰρ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί,« φησὶν ὁ κύριος, »ὅτι ὅμοιοί ἐστε τάφοις κεκονιαμένοις· ἔξωθεν ὁ τάφος φαίνεται ὡραῖος, ἔνδον δὲ γέμει ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. «καὶ πάλιν τοῖς αὐτοῖς φησιν· »οὐαὶ ὑμῖν, ὅτι καθαρίζετε τὸ ἔξω τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔνδοθεν δὲ γέμουσιν ἀκαθαρσίας. καθάρισον πρῶτον τὸ ἔνδον τοῦ ποτηρίου, ἵνα γένηται καὶ τὸ ἔξωθεν καθαρόν. «τὸ μὲν οὖν ἄριστον λουτρὸν τῆς ψυχῆς ἀποσμήχει τὸν ῥύπον καί ἐστι πνευματικόν, ἐφ᾿ οὗ διαρρήδην ἡ προφητεία λέγει· »ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Ἰσραήλ, καὶ καθαριεῖ τὸ αἷμα ἐκ μέσου αὐτῶν«, τὸ αἷμα τῆς ἀνομίας καὶ τῶν προφητῶν τοὺς φόνους. καὶ τὸν τρόπον τῆς καθάρσεως ἐπήγαγεν ὁ λόγος εἰπών· »ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως. «τὸ δὲ τοῦ σώματος τὸ σαρκικὸν καὶ διὰ μόνου ὕδατος ἀποπληροῦται, καθάπερ ἐν ἀγροῖς γίνεται πολλάκις, ὅπου βαλανεῖον οὐκ ἔστιν.