Ancient Greek
Book 1, Chapter 21
Clement of Alexandria, Στρώματα 1.21.109
Not analysed yet
Ἄξιον δὴ ἐνταῦθα γενομένους διερευνῆσαι καὶ τῶν ἄλλων τῶν μετὰ Μωσέα παρὰ τοῖς Ἑβραίοις προφητῶν τοὺς χρόνους. Μετὰ τὴν Μωυσέως τοῦ βίου τελευτὴν διαδέχεται τὴν ἡγεμονίαν τοῦ λαοῦ Ἰησοῦς πολεμῶν μὲν ἔτη †ξε΄, ἐν δὲ τῇ γῇ τῇ ἀγαθῇ ἄλλα πέντε καὶ εἴκοσι ἀναπαυσάμενος. ὡς δὲ τὸ βιβλίον τοῦ Ἰησοῦ περιέχει, διεδέξατο τὸν Μωυσέα ὁ προειρημένος ἀνὴρ ἔτη κζ΄. ἔπειτα ἁμαρτόντες οἱ Ἑβραῖοι παραδίδονται Χουσαχὰρ βασιλεῖ Μεσοποταμίας ἔτεσιν ὀκτώ, ὡς ἡ τῶν Κριτῶν ἱστορεῖ βίβλος· δεηθέντες δὲ ὕστερον τοῦ θεοῦ λαμβάνουσιν ἡγεμόνα Γοθονιὴλ τὸν ἀδελφὸν τοῦ Χαλὲβ τὸν νεώτερον ἐκ φυλῆς Ἰούδα, ὅς ἀποκτείνας τὸν τῆς Μεσοποταμίας βασιλέα ἦρξε τοῦ λαοῦ ἔτεσιν ἐφεξῆς ν΄. καὶ πάλιν ἁμαρτόντες παρεδόθησαν Αἰγλὼμ βασιλεῖ Μωαβιτῶν ἔτεσιν ὀκτωκαίδεκα, ἐπιστρεψάντων δὲ αὐτῶν αὖθις ἡγήσατο αὐτῶν Ἀὼδ ἔτεσιν ὀγδοήκοντα, ἀνὴρ ἀμφοτεροδέξιος ἐκ φυλῆς Ἐφραΐμ· οὗτός ἐστιν ὁ ἀνελὼν τὸν Αἰγλώμ.