Ancient Greek
Book 1, Chapter 21
Clement of Alexandria, Στρώματα 1.21.110
Not analysed yet
τελευτήσαντος δὲ Ἀὼδ ἁμαρτήσαντες αὖθις παρεδόθησαν βασιλεῖ Χαναὰν Ἰαβεὶμ ἔτεσιν εἴκοσι· ἐπὶ τούτου προφητεύει Δεββώρα γυνὴ Λαβιδὼθ ἐκ φυλῆς Ἐφραΐμ, καὶ ἦν ἀρχιερεὺς Ὀζιοῦς ὁ τοῦ Ῥιησοῦ. διὰ ταύτης ἡγησάμενος τῆς στρατιᾶς Βαρὰκ ὁ τοῦ Βεννὴρ ἐκ φυλῆς Νεφθαλὶμ παραταξάμενος Σισάρᾳ τῷ ἀρχιστρατήγῳ τοῦ Ἰαβεὶμ ἐνίκησε, καὶ ἦρξεν ἐντεῦθεν τοῦ λαοῦ διακρίνουσα ἡ Δεββώρα ἔτη τεσσαράκοντα. τελευτησάσης δὲ αὐτῆς ἁμαρτὼν αὖθις ὁ λαὸς παραδίδοται Μαδιηναίοις ἔτη ἑπτά. ἐπὶ τούτοις Γεδεὼν ἐκ φυλῆς Μανασσῆ ὁ τοῦ Ἰωὰς τριακοσίους ἐκστρατεύσας καὶ δώδεκα μυριάδας, αὐτῶν ἀπολέσας ἦρξεν ἔτη τεσσαράκοντα. μεδ’ ὂν ὁ υἱὸς αὐτοῦ Ἀβιμέλεχ ἔτη τρία. διαδέχεται τοῦτον Βωλεᾶς υἱὸς Βηδᾶν υἱοῦ Χαρρὰν ἐκ φυλῆς Ἐφραῒμ ἄρξας ἔτη τρία πρὸς τοῖς εἴκοσι. μεθ’ ὃν ἐξαμαρτὼν πάλιν ὁ λαὸς ἔτεσιν ὀκτωκαίδεκα Ἀμμανίταις παραδίδοται.