Ancient Greek
Book 1, Chapter 21
Clement of Alexandria, Στρώματα 1.21.139
Not analysed yet
ἐντεῦθεν ἐπὶ τὴν Αὐγούστου νίκην, ὅτε Ἀντώνιος ἀπέσφαξεν ἑαυτὸν ἐν Ἀλεξανδρείᾳ, ἔτη διακόσια ἐνενήκοντα τέσσαρα, ὅτε ὑπάτευεν Αὔγουστος τὸ τέταρτον. ἀφ’ οὗ χρόνου ἐπὶ τὸν ἀγῶνα, ὅν ἔθηκε Δομετιανὸς ἐν Ῥώμῃ, ἔτη ἑκατὸν δεκατέσσαρα, ἀπὸ δὲ τοῦ πρώτου ἀγῶνος ἐπὶ τὴν Κομόδου τελευτὴν ἔτη ἑκατὸν ἕνδεκα. Εἰσὶ δὲ οἵ ἀπὸ Κέκροπος μὲν ἐπὶ Ἀλέξανδρον τὸν Μακεδόνα συνάγουσιν ἔτη χίλια †ὀκτακόσια εἴκοσι ὀκτώ, ἀπὸ δὲ Δημοφῶντος χίλια διακόσια πεντήκοντα, καὶ ἀπὸ Τροίας ἁλώσεως ἐπὶ τὴν Ἡρακλειδῶν κάθοδον ἔτη ἑκατὸν εἴκοσι ἢ ἑκατὸν ὀγδοήκοντα. ἀπὸ τούτου ἐπὶ Εὐαίνετον ἄρχοντα, ἐφ’ οὗ φασιν Ἀλέξανδρον εἰς τὴν Ἀσίαν διαβῆναι, ὡς μὲν Φανίας ἔτη ἑπτακόσια δεκαπέντε, ὡς δὲ Ἔφορος ἑπτακόσια τριάκοντα πέντε, ὡς δὲ Τίμαιος καὶ Κλείταρχος ὀκτακόσια εἴκοσι, ὡς δὲ Ἐρατοσθένης ἑπτακόσια ἑβδομήκοντα ,ὡς δὲ Δοῦρις ἀπὸ Τροίας ἁλώσεως ἐπὶ τὴν Ἀλεξάνδρου εἰς Ἀσίαν διάβασιν ἔτη χίλια. ἐντεῦθεν ἐπὶ †Εὐαίνετον τὸν Ἀθήνησιν ἄρχοντα, ἐφ’ οὗ θνῄσκει Ἀλέξανδρος, ἔτη ια΄. ἐντεῦθεν ἐπὶ τὴν ἡγεμονίαν Γερμανικοῦ Κλαυδίου Καίσαρος ἔτη τριακόσια ἑξήκοντα πέντε, ἀφ’ οὗ χρόνου δῆλα γίνεται καὶ τὰ ἐπὶ τὴν Κομόδου τελευτὴν ἔτη ὅσα γε συνάγεται.