Ancient Greek
Book 1, Chapter 21
Clement of Alexandria, Στρώματα 1.21.140
Not analysed yet
Μετὰ δὲ τὰ Ἑλληνικὰ καὶ ἀπὸ τῶν κατὰ τοὺς βαρβάρους χρόνων ἀποδοτέον κατὰ τὰ μέγιστα διαστήματα. ἀπὸ μὲν Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ συνάγεται ἔτη δισχίλια ἑκατὸν τεσσαράκοντα ὀκτὼ ἡμέραι τέσσαρες, ἀπὸ δὲ Σὴμ ἕως Ἀβραὰμ ἔτη χίλια διακόσια ν΄, ἀπὸ δὲ Ἰσαὰκ ἕως τῆς κληροδοσίας ἔτη ἑξακόσια δέκα ἕξ. ἔπειτα ἀπὸ κριτῶν ἕως Σαμουὴλ ἔτη τετρακόσια ἑξήκοντα τρία μῆνες ἑπτά. καὶ μετὰ τοὺς κριτὰς βασιλειῶν ἔτη πεντακόσια ἑβδομήκοντα δύο μῆνες ἕξ ἡμέραι δέκα. μεθ’ οὕς χρόνους Περσικῆς βασιλείας ἔτη διακόσια τριάκοντα πέντε, ἔπειτα τῆς Μακεδονικῆς ἕως Ἀντωνίου ἀναιρέσεως ἔτη τριακόσια δώδεκα ἡμέραι δεκαοκτώ. μεθ’ ὃν χρόνον ἡ Ῥωμαίων βασιλεία ἕως τῆς Κομόδου τελευτῆς ἔτη διακόσια εἴκοσι δύο. πάλιν τε αὖ ἀπὸ τῆς ἑβδομηκονταετοῦς αἰχμαλωσίας καὶ τῆς τοῦ λαοῦ εἰς πατρῴαν γῆν ἀποκαταστάσεως εἰς τὴν αἰχμαλωσίαν τὴν ἐπὶ Οὐεσπεσιανοῦ ἔτη συνάγεται τετρακόσια δέκα, τελευταῖα δὲ ἀπὸ Οὐεσπεσιανοῦ ἕως τῆς Κομόδου τελευτῆς εὑρίσκεται ἔτη ἑκατὸν εἴκοσι ἕν μῆνες ἕξ ἡμέραι εἴκοσι τέσσαρες.