Ancient Greek · ~3 min
Book 2, Chapter 4
Clement of Alexandria, Στρώματα 2.4.19
Not analysed yet
τοιοῦτος δὲ ὁ πληρῶν μὲν τὸν νόμον, ποιῶν δὲ τὸ θέλημα τοῦ πατρός, ἀναγεγραμμένος δὲ ἄντικρυς ἐπὶ ξύλου τινὸς ὑψηλοῦ παράδειγμα θείας ἀρετῆς τοῖς διορᾶν δυναμένοις ἐκκείμενος. ἴσασι δὲ Ἕλληνες τὰς τῶν ἐν Λακεδαίμονι ἐφόρων σκυτάλας νόμῳ ἐπὶ ξύλων ἀναγεγραμμένας· ὁ δὲ ἐμὸς νόμος, ὡς προείρηται, βασιλικός τέ ἐστι καὶ ἔμψυχος καὶ λόγος ὁ ὀρθός· νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων, ὡς ὁ Βοιώτιος ᾄδει Πίνδαρος. Σπεύσιππος γὰρ ἐν τῷ πρὸς Κλεοφῶντα πρώτῳ τὰ ὅμοια τῷ Πλάτωνι ἔοικε διὰ τούτου γράφειν· εἰ γὰρ ἡ βασιλεία σπουδαῖον ὅ τε σοφὸς μόνος βασιλεὺς καὶ ἄρχων, ὁ νόμος λόγος ὢν ὀρθὸς σπουδαῖος· ἃ καὶ ἔστιν. τούτοις ἀκόλουθα οἱ Στωϊκοὶ φιλόσοφοι δογματίζουσιν, βασιλείαν, ἱερωσύνην, προφητείαν, νομοθετικήν, πλοῦτον, κάλλος ἀληθινόν, εὐγένειαν, ἐλευθερίαν μόνῳ προσάπτοντες τῷ ὃ δὲ δυσεύρετος πάνυ σφόδρα καὶ πρὸς αὐτῶν ὁμολογεῖται.