Ancient Greek · ~2 min
Book 2, Chapter 5
Clement of Alexandria, Στρώματα 2.5.20
Not analysed yet
Πάντα τοίνυν τὰ προειρημένα φαίνεται παρὰ Μωυσέως τοῦ μεγάλου ἐπὶ τοὺς Ἕλληνας διαδεδόσθαι δόγματα. πάντα μὲν οὖν τοῦ σοφοῦ ὑπάρχειν διὰ τούτων διδάσκει· καὶ διότι ἠλέησέν με ὁ θεός, ἔστι μοι πάντα. θεοφιλῆ δὲ αὐτὸν μηνύει λέγων· θεὸς Ἀβραάμ, θεὸς Ἰσαάκ, θεὸς Ἰακώβ. ὃ μὲν γὰρ φίλος ἄντικρυς κεκλημένος εὑρίσκεται, ὃ δὲ ὁρῶν τὸν θεὸν μετωνομασμένος δείκνυται· τόν τε Ἰσαὰκ ὡς καθωσιωμένον ἱερεῖον ἀλληγορήσας ἐξελέξατο ἑαυτῷ τύπον ἐσόμενον ἡμῖν οἰκονομίας σωτηρίου. παρά τε Ἕλλησιν ᾄδεται ὁ Μίνως ἐννέωρος βασιλεὺς ὀαριστὴς Διός, ἀκηκοότων αὐτῶν, ὅπως ποτὲ μετὰ Μωυσέως διελέγετο ὁ θεός, ὡς εἴ τις λαλήσαι πρὸς τὸν ἑαυτοῦ φίλον.