Ancient Greek · ~2 min
Book 3, Chapter 3
Clement of Alexandria, Στρώματα 3.3.14
Not analysed yet
Ἡράκλειτος γοῦν κακίζων φαίνεται τὴν γένεσιν, ἐπειδὰν φῇ· γενόμενοι ζώειν ἐθέλουσι μόρους τ’ ἔχειν, μᾶλλον δὲ ἀναπαύεσθαι, καὶ παῖδας καταλείπουσι μόρους γενέσθαι. δῆλος δὲ αὐτῷ συμφερόμενος καὶ Ἐμπεδοκλῆς λέγων· κλαῦσά τε καὶ κώκυσα ἰδὼν ἀσυνήθεα χῶρον. καὶ ἔτι· ἐκ μὲν γὰρ ζωῶν ἐτίθει νεκρὰ εἴδἐ ἀμείβων. καὶ πάλιν· ὢ πόποι, ὢ δειλὸν θνητῶν γένος, ὢ δυσάνολβον· οἵων ἐξ ἐρίδων ἔκ τε στοναχῶν ἐγένεσθε. λέγει δὲ καὶ ἡ Σίβυλλα· ἄνθρωποι θνητοὶ καὶ σάρκινοι, οὐδὲν ἐόντες, ὁμοίως τῷ ποιητῇ γράφοντι· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.