Ancient Greek
Book 3, Chapter 3
Clement of Alexandria, Στρώματα 3.3.15
Not analysed yet
ναὶ μὴν καὶ Θέογνις τὴν γένεσιν δείκνυσι κακὴν ὧδέ πως λέγων· πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον, μηδ’ ἐσορᾶν αὐγὰς ὀξέος ἠελίου· φύντα δ’ ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι. ἀκόλουθα δ’ αὐτοῖς καὶ ὁ τῆς τραγῳδίας ποιητὴς Εὐριπίδης γράφει· ἔδει γὰρ ἡμᾶς σύλλογον ποιουμένους τὸν φύντα θρηνεῖν εἰς ὅς̓ ἔρχεται κακά· τὸν δ’ αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων. καὶ αὖθις τὰ ὅμοια οὕτως ἐρεῖ· τίς δ’ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν;