Ancient Greek · ~4 min
Book 3, Chapter 3
Clement of Alexandria, Στρώματα 3.3.22
Not analysed yet
Ὁ δὲ περὶ ἐγκρατείας ἡμῖν προβαινέτω λόγος. ἐφάσκομεν δὲ τὴν δυσχρηστίαν ὑφορωμένους Ἕλληνας πολλὰ εἰς τὴν γένεσιν τῶν παίδων ἀποφθέγξασθαι, ἀθέως δὲ ἐκδεξαμένους ταῦτα τοὺς περὶ Μαρκίωνα ἀχαριστεῖν τῷ δημιουργῷ. λέγει γὰρ ἡ τραγῳδία· τὸ μὴ γενέσθαι κρεῖττον ἢ φῦναι βροτούς. ἔπειτα παῖδας σὺν πικραῖς ἀλγηδόσι τίκτω· τεκοῦσα δ’ ἢν μὲν ἄφρονας τέκω, στένω ματαίως, εἰσορῶσα μὲν κακούς, χρηστοὺς δ’ ἀπολλῦς̓· ἢν δὲ καὶ σεσωσμένους, τήκω τάλαιναν καρδίαν ὀρρωδίᾳ. τί τοῦτο δὴ τὸ χρηστόν; οὐκ ἀρκεῖ μίαν ψυχὴν ἀλύειν κἀπὶ τῇδ’ ἔχειν πόνους; καὶ ἔθ’ ὁμοίως· ἔμοιγε νῦν τε καὶ πάλαι δοκεῖν, παῖδας φυτεύειν οὔποτ’ ἀνθρώπους ἐχρῆν πόνους ὁρῶντας εἰς ὅσους φυτεύομεν. ἐν δὲ τοῖς αὖθις λεγομένοις καὶ τὴν αἰτίαν τῶν κακῶν ἐναργῶς ἐπὶ τὰς ἀρχὰς ἐπανάγει λέγων ὧδε· ὢ δυστυχεῖν φὺς καὶ κακῶς πεπραγέναι, ἄνθρωπος ἐγένου καὶ δυστυχὲς βίου ἐκεῖθεν ἔλαβες, ὅθεν ἅπασιν ἤρξατο τρέφειν ὅδ’ αἰθὴρ ἐνδιδοὺς θνητοῖς πνοὰς· μή νυν τὰ θνητὰ θνητὸς ὤν ἀγνωμόνει.