Ancient Greek · ~1 min
Book 3, Chapter 3
Clement of Alexandria, Στρώματα 3.3.23
Not analysed yet
πάλιν δ’ αὖ τὰ ὅμοια τούτοις ὧδε ἀποδίδωσι· θνητῶν δὲ ὄλβιος οὐδεὶς οὐδὲ εὐδαίμων· οὔπω γὰρ ἔφυ τις ἄλυπος. καὶ εἶτ’ αὗθις· φεῦ φεῦ, βροτείων πημάτων ὅσαι τύχαι. ὅσαι δὲ μορφαί, τέρμα δ’ οὐκ εἴποι τις ἄν. καὶ ἔθ’ ὁμοίως· τῶν γὰρ ἐν βροτοῖς οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.